ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9-10
SBL Greek New Testament
9 [a]καὶ [b]ἰδοὺ Ἰησοῦς [c]ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 καὶ WH Treg NIV] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ἰδοὺ WH NIV RP ] + ὁ Treg
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9 ὑπήντησεν WH Treg NIV ] ἀπήντησεν RP
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:9-10
1550 Stephanus New Testament
9 ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου και ιδου ο ιησους απηντησεν αυταις λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω
10 τοτε λεγει αυταις ο ιησους μη φοβεισθε υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την γαλιλαιαν κακει με οψονται
Read full chapter
ΚΑΤΑ ΜΑΡΚΟΝ 16:9-11
SBL Greek New Testament
Long Ending
9 [[Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, [a]παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ’ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν· 11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 16:9 παρ᾽ [[WH]] Treg NIV ] ἀφ᾽ RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 16:9-11
1550 Stephanus New Testament
9 αναστας δε πρωι πρωτη σαββατου εφανη πρωτον μαρια τη μαγδαληνη αφ ης εκβεβληκει επτα δαιμονια
10 εκεινη πορευθεισα απηγγειλεν τοις μετ αυτου γενομενοις πενθουσιν και κλαιουσιν
11 κακεινοι ακουσαντες οτι ζη και εθεαθη υπ αυτης ηπιστησαν
Read full chapter
ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10-11
SBL Greek New Testament
10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία [a]ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· [b]ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα [c]ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἡ WH Treg NIV ] –RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10 ἔλεγον WH Treg NIV ] αἳ ἔλεγον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 24:11 ταῦτα WH Treg NIV ] αὐτῶν RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 24:10-11
1550 Stephanus New Testament
10 ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια ιακωβου και αι λοιπαι συν αυταις αι ελεγον προς τους αποστολους ταυτα
11 και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα αυτων και ηπιστουν αυταις
Read full chapter
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14-18
SBL Greek New Testament
14 [a]ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει [b]αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει [c]αὐτῇ Ἰησοῦς· [d]Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ [e]Ἑβραϊστί· Ραββουνι (ὃ λέγεται Διδάσκαλε). 17 λέγει [f]αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν [g]πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 ἔρχεται [h]Μαριὰμ ἡ Μαγδαληνὴ [i]ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι [j]Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14 ταῦτα WH Treg NIV ] Καὶ ταῦτα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:15 αὐτῇ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 αὐτῇ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Μαριάμ WH Treg NIV ] Μαρία RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Ἑβραϊστί WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 αὐτῇ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 πατέρα WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Μαριὰμ WH Treg NIV ] Μαρία RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 ἀγγέλλουσα WH Treg NIV ] ἀπαγγέλλουσα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Ἑώρακα WH Treg NIV ] ἑώρακεν RP
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14-18
1550 Stephanus New Testament
14 και ταυτα ειπουσα εστραφη εις τα οπισω και θεωρει τον ιησουν εστωτα και ουκ ηδει οτι ο ιησους εστιν
15 λεγει αυτη ο ιησους γυναι τι κλαιεις τινα ζητεις εκεινη δοκουσα οτι ο κηπουρος εστιν λεγει αυτω κυριε ει συ εβαστασας αυτον ειπε μοι που αυτον εθηκας καγω αυτον αρω
16 λεγει αυτη ο ιησους μαρια στραφεισα εκεινη λεγει αυτω ραββουνι ο λεγεται διδασκαλε
17 λεγει αυτη ο ιησους μη μου απτου ουπω γαρ αναβεβηκα προς τον πατερα μου πορευου δε προς τους αδελφους μου και ειπε αυτοις αναβαινω προς τον πατερα μου και πατερα υμων και θεον μου και θεον υμων
18 ερχεται μαρια η μαγδαληνη απαγγελλουσα τοις μαθηταις οτι εωρακεν τον κυριον και ταυτα ειπεν αυτη
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software