Add parallel Print Page Options

47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ [a]ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον [b]τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ [c]ἀπολοῦνται· 53 ἢ δοκεῖς ὅτι οὐ [d]δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι [e]ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ [f]ἡμέραν [g]ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:50 WH Treg NIV ] ᾧ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 τὴν μάχαιράν σου WH Treg NIV ] σου τὴν μάχαιραν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 ἀπολοῦνται WH Treg NIV ] ἀποθανοῦνται RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 δύναμαι WH Treg NIV ] + ἄρτι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 ἄρτι πλείω WH Treg NIV ] πλείους ἢ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἡμέραν WH NIV ] + πρὸς ὑμᾶς Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NIV ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP

47 και ετι αυτου λαλουντος ιδου ιουδας εις των δωδεκα ηλθεν και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου

48 ο δε παραδιδους αυτον εδωκεν αυτοις σημειον λεγων ον αν φιλησω αυτος εστιν κρατησατε αυτον

49 και ευθεως προσελθων τω ιησου ειπεν χαιρε ραββι και κατεφιλησεν αυτον

50 ο δε ιησους ειπεν αυτω εταιρε εφ ω παρει τοτε προσελθοντες επεβαλον τας χειρας επι τον ιησουν και εκρατησαν αυτον

51 και ιδου εις των μετα ιησου εκτεινας την χειρα απεσπασεν την μαχαιραν αυτου και παταξας τον δουλον του αρχιερεως αφειλεν αυτου το ωτιον

52 τοτε λεγει αυτω ο ιησους αποστρεψον σου την μαχαιραν εις τον τοπον αυτης παντες γαρ οι λαβοντες μαχαιραν εν μαχαιρα απολουνται

53 η δοκεις οτι ου δυναμαι αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι πλειους η δωδεκα λεγεωνας αγγελων

54 πως ουν πληρωθωσιν αι γραφαι οτι ουτως δει γενεσθαι

55 εν εκεινη τη ωρα ειπεν ο ιησους τοις οχλοις ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με καθ ημεραν προς υμας εκαθεζομην διδασκων εν τω ιερω και ουκ εκρατησατε με

56 τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων τοτε οι μαθηται παντες αφεντες αυτον εφυγον

Read full chapter

43 Καὶ [a]εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται [b]Ἰούδας [c]εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ [d]ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ [e]ἀπάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν [f]εὐθὺς προσελθὼν αὐτῷ λέγει· [g]Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλαν [h]τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ [i]τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ [j]ὠτάριον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν [k]ἔφυγον πάντες.

51 Καὶ [l]νεανίσκος τις [m]συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν [n]αὐτόν, 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς [o]ἔφυγεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 Ἰούδας NIV RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εἷς WH Treg NIV ] + ὢν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 ὄχλος WH Treg NIV ] + πολὺς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:44 ἀπάγετε WH Treg NIV ] ἀπαγάγετε RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 Ῥαββί WH Treg NIV ] αὐτῷ Ῥαββί ῥαββί RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:46 τὰς χεῖρας αὐτῷ WH Treg NIV ] ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 τις WH NIV RP ] – Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 ὠτάριον WH Treg NIV ] ὠτίον RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:50 ἔφυγον πάντες WH Treg NIV ] πάντες ἔφυγον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 νεανίσκος τις WH Treg NIV ] εἷς τις νεανίσκος RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 συνηκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 αὐτόν WH Treg NIV ] + οἱ νεανίσκοι RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:52 ἔφυγεν WH Treg NIV ] + ἀπ᾽ αὐτῶν RP

43 και ευθεως ετι αυτου λαλουντος παραγινεται ιουδας εις ων των δωδεκα και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων

44 δεδωκει δε ο παραδιδους αυτον συσσημον αυτοις λεγων ον αν φιλησω αυτος εστιν κρατησατε αυτον και απαγαγετε ασφαλως

45 και ελθων ευθεως προσελθων αυτω λεγει ραββι ραββι και κατεφιλησεν αυτον

46 οι δε επεβαλον επ αυτον τας χειρας αυτων και εκρατησαν αυτον

47 εις δε τις των παρεστηκοτων σπασαμενος την μαχαιραν επαισεν τον δουλον του αρχιερεως και αφειλεν αυτου το ωτιον

48 και αποκριθεις ο ιησους ειπεν αυτοις ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με

49 καθ ημεραν ημην προς υμας εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι

50 και αφεντες αυτον παντες εφυγον

51 και εις τις νεανισκος ηκολουθει αυτω περιβεβλημενος σινδονα επι γυμνου και κρατουσιν αυτον οι νεανισκοι

52 ο δε καταλιπων την σινδονα γυμνος εφυγεν απ αυτων

Read full chapter

47 [a]Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 [b]Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον [c]εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν [d]τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν [e]τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ [f]ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν [g]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [h]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [i]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 Ἔτι WH Treg NIV ] + δέ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:48 Ἰησοῦς δὲ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:49 εἶπαν WH Treg NIV ] + αὐτῷ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NIV ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τὸ οὖς αὐτοῦ WH Treg NIV ] αὐτοῦ τὸ οὖς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:51 ὠτίου WH Treg NIV ] + αὐτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP

47 ετι δε αυτου λαλουντος ιδου οχλος και ο λεγομενος ιουδας εις των δωδεκα προηρχετο αυτων και ηγγισεν τω ιησου φιλησαι αυτον

48 ο δε ιησους ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδως

49 ιδοντες δε οι περι αυτον το εσομενον ειπον αυτω κυριε ει παταξομεν εν μαχαιρα

50 και επαταξεν εις τις εξ αυτων τον δουλον του αρχιερεως και αφειλεν αυτου το ους το δεξιον

51 αποκριθεις δε ο ιησους ειπεν εατε εως τουτου και αψαμενος του ωτιου αυτου ιασατο αυτον

52 ειπεν δε ο ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους ως επι ληστην εξεληλυθατε μετα μαχαιρων και ξυλων

53 καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε αλλ αυτη υμων εστιν η ωρα και η εξουσια του σκοτους

Read full chapter

ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις [a]συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [b]ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς [c]οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν [d]ἐξῆλθεν, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει [e]αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. ὡς οὖν εἶπεν [f]αὐτοῖς· Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. πάλιν οὖν [g]ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ [h]ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν [i]μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;

12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:2 συνήχθη WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:3 ἐκ τῶν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 οὖν WH NIV RP ] δὲ Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 ἐξῆλθεν καὶ λέγει WH Treg NIV ] ἐξελθὼν εἶπεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:5 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:6 αὐτοῖς WH Treg NIV ] + ὅτι RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:7 ἐπηρώτησεν αὐτούς WH Treg NIV ] αὐτούς ἐπηρώτησεν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:10 ὠτάριον WH Treg NIV ] ὠτίον RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:11 μάχαιραν WH Treg NIV ] + σου RP

ηδει δε και ιουδας ο παραδιδους αυτον τον τοπον οτι πολλακις συνηχθη ο ιησους εκει μετα των μαθητων αυτου

ο ουν ιουδας λαβων την σπειραν και εκ των αρχιερεων και φαρισαιων υπηρετας ερχεται εκει μετα φανων και λαμπαδων και οπλων

ιησους ουν ειδως παντα τα ερχομενα επ αυτον εξελθων ειπεν αυτοις τινα ζητειτε

απεκριθησαν αυτω ιησουν τον ναζωραιον λεγει αυτοις ο ιησους εγω ειμι ειστηκει δε και ιουδας ο παραδιδους αυτον μετ αυτων

ως ουν ειπεν αυτοις οτι εγω ειμι απηλθον εις τα οπισω και επεσον χαμαι

παλιν ουν αυτους επηρωτησεν τινα ζητειτε οι δε ειπον ιησουν τον ναζωραιον

απεκριθη ο ιησους ειπον υμιν οτι εγω ειμι ει ουν εμε ζητειτε αφετε τουτους υπαγειν

ινα πληρωθη ο λογος ον ειπεν οτι ους δεδωκας μοι ουκ απωλεσα εξ αυτων ουδενα

10 σιμων ουν πετρος εχων μαχαιραν ειλκυσεν αυτην και επαισεν τον του αρχιερεως δουλον και απεκοψεν αυτου το ωτιον το δεξιον ην δε ονομα τω δουλω μαλχος

11 ειπεν ουν ο ιησους τω πετρω βαλε την μαχαιραν σου εις την θηκην το ποτηριον ο δεδωκεν μοι ο πατηρ ου μη πιω αυτο

12 η ουν σπειρα και ο χιλιαρχος και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον

Read full chapter