Añadir traducción en paralelo Imprimir Opciones de la página

Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς [a]εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη [b]γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ [c]ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται.

Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον [d]αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν [e]κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6 εἰς RP ] περὶ WH Treg NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 γὰρ WH Treg NIV ] + ἐστιν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 ἀνθρώπῳ WH Treg NIV ] + ἐκείνῳ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:8 αὐτὸν WH Treg NIV ] αὐτὰ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:8 κυλλὸν ἢ χωλόν WH NIV ] χωλὸν ἢ κυλλόν Treg RP

13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ [a]βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13 βληθὲν ἔξω WH Treg NIV ] βληθῆναι ἔξω καὶ RP

42 Καὶ ὃς [a]ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν [b]τούτων τῶν πιστευόντων [c]εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται [d]μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν [e]σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν [f]ἐστίν σε κυλλὸν [g]εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ [h]ἄσβεστον. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν [i]σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν [j]γέενναν. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν [k]σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς [l]τὴν [m]γέενναν, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

49 Πᾶς γὰρ πυρὶ [n]ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς [o]ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 ἂν WH Treg NIV ] ἐὰν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 τούτων WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 εἰς ἐμέ Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 μύλος ὀνικὸς WH Treg NIV ] λίθος μυλικὸς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 σκανδαλίζῃ Treg NIV RP ] σκανδαλίσῃ WH
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἐστίν σε WH Treg NIV ] σοι ἐστὶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NIV ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἄσβεστον WH NIV ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 σε WH Treg NIV ] σοι RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 γέενναν WH NIV ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 σέ WH Treg NIV ] σοι RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 τὴν Treg NIV RP ] – WH
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 γέενναν WH Treg NIV ] + τοῦ πυρός RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:49 ἁλισθήσεται WH NIV ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:50 ἅλα WH Treg NIV ] ἅλας RP

17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [a]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [b]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [c]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· λυσιτελεῖ αὐτῷ εἰ [d]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [e]τῶν μικρῶν τούτων ἕνα.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP

34 Καλὸν [a]οὖν τὸ ἅλας· ἐὰν δὲ [b]καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 οὖν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 καὶ WH Treg NIV ] – RP