Añadir traducción en paralelo Imprimir Opciones de la página

17 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ [a]ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ [b]ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας [c]συλλαλοῦντες μετ’ αὐτοῦ. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, [d]ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ [e]Ἠλίᾳ μίαν. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· [f]ἀκούετε αὐτοῦ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:2 ἐγένετο WH Treg NIV ] ἐγένοντο RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 ὤφθη WH Treg NIV ] ὤφθησαν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 συλλαλοῦντες μετ᾽αὐτοῦ WH Treg NIV ] μετ᾽αὐτοῦ συλλαλοῦντες RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 ποιήσω WH NIV ] ποιήσωμεν Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 Ἠλίᾳ μίαν WH Treg NIV ] μίαν Ἠλίᾳ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP

17 και μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και ιακωβον και ιωαννην τον αδελφον αυτου και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν

και μετεμορφωθη εμπροσθεν αυτων και ελαμψεν το προσωπον αυτου ως ο ηλιος τα δε ιματια αυτου εγενετο λευκα ως το φως

και ιδου ωφθησαν αυτοις μωσης και ηλιας μετ αυτου συλλαλουντες

αποκριθεις δε ο πετρος ειπεν τω ιησου κυριε καλον εστιν ημας ωδε ειναι ει θελεις ποιησωμεν ωδε τρεις σκηνας σοι μιαν και μωση μιαν και μιαν ηλια

ετι αυτου λαλουντος ιδου νεφελη φωτεινη επεσκιασεν αυτους και ιδου φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα αυτου ακουετε

Read full chapter