Add parallel Print Page Options

16 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· [a]Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. [b]τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [c]Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

Καὶ ἐλθόντες οἱ [d]μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς [e]εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ [f]ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ [g]ἄρτων εἶπον ὑμῖν; [h]προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [i]τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:2 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NIV RP ] [[WH]]
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:3 τὸ Treg NIV [[WH]] ] Ὑποκριταί τὸ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NIV
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 ἄρτων WH Treg NIV ] ἄρτου RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:11 προσέχετε δὲ WH Treg NIV ] προσέχειν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:12 τῶν ἄρτων WH Treg NIV ] τοῦ ἄρτου RP

16 και προσελθοντες οι φαρισαιοι και σαδδουκαιοι πειραζοντες επηρωτησαν αυτον σημειον εκ του ουρανου επιδειξαι αυτοις

ο δε αποκριθεις ειπεν αυτοις οψιας γενομενης λεγετε ευδια πυρραζει γαρ ο ουρανος

και πρωι σημερον χειμων πυρραζει γαρ στυγναζων ο ουρανος υποκριται το μεν προσωπον του ουρανου γινωσκετε διακρινειν τα δε σημεια των καιρων ου δυνασθε

γενεα πονηρα και μοιχαλις σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου και καταλιπων αυτους απηλθεν

και ελθοντες οι μαθηται αυτου εις το περαν επελαθοντο αρτους λαβειν

ο δε ιησους ειπεν αυτοις ορατε και προσεχετε απο της ζυμης των φαρισαιων και σαδδουκαιων

οι δε διελογιζοντο εν εαυτοις λεγοντες οτι αρτους ουκ ελαβομεν

γνους δε ο ιησους ειπεν αυτοις τι διαλογιζεσθε εν εαυτοις ολιγοπιστοι οτι αρτους ουκ ελαβετε

ουπω νοειτε ουδε μνημονευετε τους πεντε αρτους των πεντακισχιλιων και ποσους κοφινους ελαβετε

10 ουδε τους επτα αρτους των τετρακισχιλιων και ποσας σπυριδας ελαβετε

11 πως ου νοειτε οτι ου περι αρτου ειπον υμιν προσεχειν απο της ζυμης των φαρισαιων και σαδδουκαιων

12 τοτε συνηκαν οτι ουκ ειπεν προσεχειν απο της ζυμης του αρτου αλλ απο της διδαχης των φαρισαιων και σαδδουκαιων

Read full chapter