Add parallel Print Page Options

34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. 35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.

Read full chapter

49 Πῦρ ἦλθον βαλεῖν [a]ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως [b]ὅτου τελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν [c]ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53 [d]διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ [e]ἐπὶ [f]θυγατέρα καὶ θυγάτηρ ἐπὶ [g]τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν [h]πενθεράν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:49 ἐπὶ WH Treg NIV ] εἰς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:50 ὅτου WH Treg NIV ] οὗ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:52 ἑνὶ οἴκῳ WH Treg NIV ] οἴκῳ ἑνὶ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 διαμερισθήσονται WH Treg NIV ] Διαμερισθήσεται RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 ἐπὶ WH Treg RP ] + τὴν NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 θυγατέρα WH Treg NIV ] θυγατρί RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 τὴν μητέρα WH Treg NIV ] μητρί RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 πενθεράν WH Treg NIV ] + αὐτῆς RP