ΚΑΤΑ ΜΑΡΚΟΝ 4:13-20
SBL Greek New Testament
13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [a]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [b]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [c]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [d]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [e]εὐθὺς σκανδαλίζονται. 18 καὶ [f]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [g]οὗτοί εἰσιν οἱ τὸν λόγον [h]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [i]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [j]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [k]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software