ΚΑΤΑ ΜΑΡΚΟΝ 3:13-20
SBL Greek New Testament
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν [a]δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν [b]ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ [c]ἐποίησεν τοὺς δώδεκα, καὶ ἐπέθηκεν [d]ὄνομα τῷ Σίμωνι Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς [e]ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν [f]Καναναῖον 19 καὶ Ἰούδαν [g]Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
20 Καὶ [h]ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [i]ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς [j]μηδὲ ἄρτον φαγεῖν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:14 δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:15 ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ἐποίησεν τοὺς δώδεκα καὶ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ὄνομα τῷ Σίμωνι WH Treg NIV ] τῷ Σίμωνι ὄνομα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:17 ὀνόματα Treg NIV RP ] ὄνομα WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:18 Καναναῖον WH Treg NIV ] Κανανίτην RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:19 Ἰσκαριώθ WH Treg NIV ] Ἰσκαριώτην RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ἔρχεται WH NIV RP ] ἔρχονται Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 μηδὲ WH Treg NIV ] μήτε RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software