Add parallel Print Page Options

23 Καὶ ἐγένετο [a]αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ [b]οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί [c]ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25 καὶ [d]λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 26 [e]πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ [f]τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο [g]καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 αὐτὸν … σάββασιν παραπορεύεσθαι NIV ] αὐτὸν … σάββασιν διαπορεύεσθαι WH Treg; παραπορεύεσθαι αὐτὸν … σάββασιν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο WH Treg NIV ] ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:24 ποιοῦσιν WH Treg NIV ] + ἐν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:25 λέγει WH Treg NIV ] αὐτὸς ἔλεγεν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 πῶς WH Treg RP NA ] – NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 τοὺς ἱερεῖς WH NIV ] τοῖς ἱερεῦσιν Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:27 καὶ WH Treg NIV ] – RP