Add parallel Print Page Options

21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [a]τὸν [b]Γολγοθᾶν τόπον, ὅ ἐστιν [c]μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν [d]αὐτῷ ἐσμυρνισμένον οἶνον, [e]ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ [f]σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ.

25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [g]αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ [h]οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30 σῶσον σεαυτὸν [i]καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 ὁ χριστὸς ὁ [j]βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [k]πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [l]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 τὸν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 αὐτῷ WH Treg NIV ] + πιεῖν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:23 ὃς WH Treg NIV ] ὁ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:27 αὐτοῦ WH NIV] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:30 καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 σὺν WH NIV ] – Treg RP