Add parallel Print Page Options

22 Καὶ ἐσθιόντων αὐτῶν [a]λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· [b]Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 23 καὶ [c]λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου [d]τῆς διαθήκης τὸ [e]ἐκχυννόμενον ὑπὲρ πολλῶν. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες [f]σκανδαλισθήσεσθε, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ [g]τὰ πρόβατα διασκορπισθήσονται. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· [h]Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον [i]ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς [j]με ἀπαρνήσῃ. 31 ὁ δὲ [k]ἐκπερισσῶς ἐλάλει· Ἐὰν [l]δέῃ με συναποθανεῖν σοι, οὐ μή σε [m]ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22 λαβὼν WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:22 Λάβετε WH Treg NIV ] + φάγετε RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:23 λαβὼν WH Treg NIV ] + τὸ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:24 τῆς WH NIV ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:24 ἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NIV ] περὶ πολλῶν ἐκχυνόμενον RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 σκανδαλισθήσεσθε WH Treg NIV ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 τὰ πρόβατα διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται τὰ πρόβατα RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:29 Εἰ καὶ WH Treg NIV ] Καὶ εἰ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 ταύτῃ τῇ νυκτὶ WH Treg NIV ] ἐν τῇ νυκτὶ ταύτῃ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 με ἀπαρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ με RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἐκπερισσῶς ἐλάλει WH Treg NIV ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 δέῃ με WH Treg NIV ] με δέῃ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP