Add parallel Print Page Options

10 [a]Καὶ Ἰούδας [b]Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν [c]παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς [d]αὐτὸν εὐκαίρως παραδοῖ.

12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου [e]ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά [f]μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· [g]καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ [h]μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων [i]ὁ Ἰησοῦς εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 [j]ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι [k]ἐγώ; 20 [l]δὲ εἶπεν αὐτοῖς· [m]Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς [n]τὸ τρύβλιον· 21 [o]ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· [p]καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Καὶ WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Ἰσκαριὼθ ὁ WH NIV ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 παραδοῖ αὐτοῖς WH Treg NIV ] παραδῷ αὐτὸν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:11 αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NIV ] εὐκαίρως αὐτὸν παραδῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 ἐὰν WH NIV RP ] ἂν Treg
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:14 μου WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:15 καὶ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:16 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:18 ὁ Ἰησοῦς εἶπεν WH NIV ] εἶπεν ὁ Ἰησοῦς Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἤρξαντο WH NIV ] οἱ δὲ ἤρξαντο Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἐγώ WH Treg NIV ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 Εἷς WH NIV ] + ἐκ Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 τὸ Treg NIV RP ] + ἓν WH
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 ὅτι WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 καλὸν WH NIV ] + ἦν Treg RP