ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14-23
SBL Greek New Testament
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως [a]ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 [b]ὁ ἐπὶ τοῦ δώματος μὴ [c]καταβάτω μηδὲ εἰσελθάτω [d]τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν [e]ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ [f]γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως [g]ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [h]ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 [i]καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· [j]Ἴδε ὧδε ὁ [k]χριστός, [l]Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ [m]δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· [n]προείρηκα ὑμῖν πάντα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 ὁ WH NIV ] + δὲ Treg RP NA
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 τι ἆραι WH Treg ] ἆραί τι NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 ἀγρὸν WH Treg NIV ] + ὢν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:18 γένηται WH Treg NIV ] + ἡ φυγὴ ὑμῶν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 ἣν WH Treg NIV ] ἧς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 χριστός WH NIV ] + ἢ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 δυνατὸν WH NIV ] + καὶ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software