Add parallel Print Page Options

13 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ ὁ [a]Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ [b]ὧδε λίθος ἐπὶ [c]λίθον ὃς οὐ μὴ καταλυθῇ.

Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ [d]ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ [e]ταῦτα συντελεῖσθαι πάντα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 ὧδε WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 λίθον WH Treg NIV ] λίθῷ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:3 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτων RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:4 ταῦτα συντελεῖσθαι πάντα WH Treg NIV ] πάντα ταῦτα συντελεῖσθαι RP