ΚΑΤΑ ΜΑΡΚΟΝ 11:20-33
SBL Greek New Testament
20 Καὶ [a]παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23 [b]ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ [c]πιστεύῃ ὅτι [d]ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα [e]προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι [f]ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25 καὶ ὅταν [g]στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα [h]ὑμῶν.
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ [i]ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; [j]ἢ τίς σοι [k]ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ [l]Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω [m]ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα [n]τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ [o]διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· [p]Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί [q]οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν [r]ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην [s]ὄντως ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες [t]τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ [u]Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:20 παραπορευόμενοι πρωῒ WH Treg NIV ] πρωῒ παραπορευόμενοι RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ἀμὴν WH NIV ] + γὰρ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 πιστεύῃ WH NIV ] πιστεύσῃ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NIV ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:24 προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NIV ] ἄν προσευχόμενοιαἰτῆσθε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:24 ἐλάβετε WH Treg NIV ] λαμβάνετε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 στήκετε WH Treg NIV ] στήκητε RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 ὑμῶν WH Treg NIV ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἢ WH NIV ] καὶ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:28 ἔδωκεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην ἔδωκεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:29 ὑμᾶς WH Treg NIV ] + καὶ ἐγὼ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:30 τὸ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 διελογίζοντο WH Treg NIV ] ἐλογίζοντο RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 Τί εἴπωμεν; Holmes ] – WH Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:31 οὖν WH NIV RP ] – Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄχλον WH NIV ] λαόν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:32 ὄντως ὅτι WH Treg NIV ] ὅτι ὄντως RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NIV ] λέγουσιν τῷ Ἰησοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 11:33 Ἰησοῦς WH Treg NIV ] + ἀποκριθεὶς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software