Add parallel Print Page Options

[a]Καθὼς γέγραπται ἐν [b]τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· [c]Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν [d]σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης [e]ὁ βαπτίζων ἐν τῇ [f]ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται [g]πάντες, καὶ ἐβαπτίζοντο [h]ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. [i]καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 Καθὼς WH Treg NIV ] Ὡς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 τῷ Ἠσαΐᾳ τῷ προφήτῃ WH Treg NIV ] τοῖς προφήταις RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 Ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 σου WH Treg NIV ] + ἔμπροσθέν σου RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 ἐρήμῳ WH ] + καὶ Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 πάντες καὶ ἐβαπτίζοντο WH Treg NIV ] καὶ ἐβαπτίζοντο πάντες RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ WH Treg NIV ] ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:6 καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP