Add parallel Print Page Options

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς [a]ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα [b]πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ [c]μεγάλη ἀνέμου, [d]καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε [e]ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ [f]αὐτὸς ἦν [g]ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ [h]ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; [i]οὔπω ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα [j]ὑπακούει αὐτῷ;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:34 ἰδίοις μαθηταῖς WH NIV ] μαθηταῖς αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐν WH Treg NIV ] ἐπὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP

33 και τοιαυταις παραβολαις πολλαις ελαλει αυτοις τον λογον καθως ηδυναντο ακουειν

34 χωρις δε παραβολης ουκ ελαλει αυτοις κατ ιδιαν δε τοις μαθηταις αυτου επελυεν παντα

35 και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης διελθωμεν εις το περαν

36 και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω και αλλα δε πλοιαρια ην μετ αυτου

37 και γινεται λαιλαψ ανεμου μεγαλη τα δε κυματα επεβαλλεν εις το πλοιον ωστε αυτο ηδη γεμιζεσθαι

38 και ην αυτος επι τη πρυμνη επι το προσκεφαλαιον καθευδων και διεγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα

39 και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμος και εγενετο γαληνη μεγαλη

40 και ειπεν αυτοις τι δειλοι εστε ουτως πως ουκ εχετε πιστιν

41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους τις αρα ουτος εστιν οτι και ο ανεμος και η θαλασσα υπακουουσιν αυτω

Read full chapter

33 και τοιαυταις παραβολαις πολλαις ελαλει αυτοις τον λογον καθως ηδυναντο ακουειν

34 χωρις δε παραβολης ουκ ελαλει αυτοις κατ ιδιαν δε τοις ιδιοις μαθηταις επελυεν παντα

35 και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης διελθωμεν εις το περαν

36 και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω και αλλα πλοια ην μετ αυτου

37 και γινεται λαιλαψ μεγαλη ανεμου και τα κυματα επεβαλλεν εις το πλοιον ωστε ηδη γεμιζεσθαι το πλοιον

38 και αυτος ην εν τη πρυμνη επι το προσκεφαλαιον καθευδων και εγειρουσιν αυτον και λεγουσιν αυτω διδασκαλε ου μελει σοι οτι απολλυμεθα

39 και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση σιωπα πεφιμωσο και εκοπασεν ο ανεμος και εγενετο γαληνη μεγαλη

40 και ειπεν αυτοις τι δειλοι εστε ουπω εχετε πιστιν

41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους τις αρα ουτος εστιν οτι και ο ανεμος και η θαλασσα υπακουει αυτω

Read full chapter