Añadir traducción en paralelo Imprimir Opciones de la página

14 Ὕστερον [a]δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν [b]ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17 σημεῖα δὲ τοῖς πιστεύσασιν [c]ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν [d]καιναῖς, 18 [e]ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:14 δὲ [[WH]] Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:14 ἐγηγερμένον Treg NIV RP ] + ἐκ νεκρῶν [[WH]]
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:17 ταῦτα παρακολουθήσει NIV RP ] ἀκολουθήσει ταῦτα [[WH]] Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:17 καιναῖς NIV RP ] – [[WH]] Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:18 ὄφεις RP ] καὶ ἐν ταῖς χερσὶν ὄφεις [[WH]] Treg NIV

14 υστερον ανακειμενοις αυτοις τοις ενδεκα εφανερωθη και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοις θεασαμενοις αυτον εγηγερμενον ουκ επιστευσαν

15 και ειπεν αυτοις πορευθεντες εις τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει

16 ο πιστευσας και βαπτισθεις σωθησεται ο δε απιστησας κατακριθησεται

17 σημεια δε τοις πιστευσασιν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλουσιν γλωσσαις λαλησουσιν καιναις

18 οφεις αρουσιν καν θανασιμον τι πιωσιν ου μη αυτους βλαψει επι αρρωστους χειρας επιθησουσιν και καλως εξουσιν

Read full chapter