Añadir traducción en paralelo Imprimir Opciones de la página

Καὶ ἀναγαγὼν [a]αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ [b]ἂν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. καὶ ἀποκριθεὶς [c]ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται· [d]Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:5 αὐτὸν WH Treg NA ] + ὁ διάβολος εἰς ὄρος ὑψηλὸν NIV RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:6 ἂν WH Treg ] ἐὰν NIV RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 ὁ Ἰησοῦς εἶπεν αὐτῷ WH NIV ] αὐτῷ εἶπεν ὁ Ἰησοῦς Treg; αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:8 Κύριον τὸν θεόν σου προσκυνήσεις WH Treg NIV ] Προσκυνήσεις κύριον τὸν θεόν σου RP