Add parallel Print Page Options

ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν [a]ποιήσωμεν; 11 ἀποκριθεὶς δὲ [b]ἔλεγεν αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί [c]ποιήσωμεν; 13 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· [d]Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν [e]αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, 16 ἀπεκρίνατο [f]λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ [g]διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ [h]συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19 ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, [i]καὶ κατέκλεισεν τὸν Ἰωάννην [j]ἐν φυλακῇ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:10 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:11 ἔλεγεν WH Treg NIV ] λέγει RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:12 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:14 Τί ποιήσωμεν καὶ ἡμεῖς WH Treg NIV ] Καὶ ἡμεῖς τί ποιήσομεν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:14 αὐτοῖς WH Treg NIV ] πρὸς αὐτούς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:16 λέγων πᾶσιν ὁ Ἰωάννης WH NIV ] ὁ Ἰωάννης ἅπασιν λέγων Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:17 διακαθᾶραι WH NIV ] διακαθαριεῖ Treg; καὶ διακαθαριεῖ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:17 συναγαγεῖν WH NIV ] συναξεῖ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:20 καὶ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:20 ἐν WH Treg NIV ] + τῇ RP