ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50-56
SBL Greek New Testament
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, [a]ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς [b]προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ [c]καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν [d]αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν [e]οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν [f]παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ [g]αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι [h]ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.
Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50 ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:51 προσεδέχετο WH Treg NIV ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 καθελὼν WH Treg NIV ] + αὐτὸ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 αὐτὸν WH Treg NA ] αὐτὸ NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 οὐδεὶς οὔπω WH Treg NIV ] οὐδέπω οὐδεὶς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:54 παρασκευῆς καὶ WH Treg NIV ] Παρασκευή RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 αἱ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NIV ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software