Add parallel Print Page Options

24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ [a]εὑρίσκον λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· 25 καὶ ἐλθὸν [b]εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. 26 τότε πορεύεται καὶ παραλαμβάνει [c]ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ [d]εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις [e]φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· 28 αὐτὸς δὲ εἶπεν· [f]Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ [g]φυλάσσοντες.

29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰ αὕτη [h]γενεὰ πονηρά ἐστιν· σημεῖον [i]ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον [j]Ἰωνᾶ. 30 καθὼς γὰρ ἐγένετο [k]Ἰωνᾶς [l]τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. 32 ἄνδρες [m]Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:24 εὑρίσκον Treg RP ] + τότε WH NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:25 εὑρίσκει Treg NIV RP ] + σχολάζοντα WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:26 ἕτερα … ἑαυτοῦ ἑπτά WH Treg NIV ] ἑπτά ἕτερα … ἑαυτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:26 εἰσελθόντα WH Treg NIV ] ἐλθόντα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:27 φωνὴν γυνὴ WH NIV ] γυνὴ φωνὴν Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:28 Μενοῦν WH Treg NIV ] Μενοῦνγε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:28 φυλάσσοντες WH Treg NIV ] + αὐτόν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 γενεὰ WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 ζητεῖ WH Treg NIV ] ἐπιζητεῖ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:29 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:30 Ἰωνᾶς Treg NIV RP ] ὁ Ἰωνᾶς WH
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:30 τοῖς Νινευίταις σημεῖον WH Treg NIV ] σημεῖον τοῖς Νινευίταις RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:32 Νινευῖται WH Treg NIV ] Νινευῒ RP