Add parallel Print Page Options

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

Ἐγένετο ἐν ταῖς ἡμέραις [a]Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, [b]καὶ γυνὴ [c]αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι [d]ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι [e]ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ [f]γενέσει αὐτοῦ χαρήσονται· 15 ἔσται γὰρ μέγας ἐνώπιον [g]τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. 18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν [h]ἐν τῷ ναῷ αὐτόν. 22 ἐξελθὼν δὲ οὐκ [i]ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα 25 ὅτι Οὕτως μοι [j]πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν [k]ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.

26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ [l]ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ 27 πρὸς παρθένον [m]ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ [n]εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ [o]σοῦ. 29 ἡ δὲ [p]ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ [q]συγγενίς σου καὶ αὐτὴ [r]συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ [s]τοῦ θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.

39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν [t]τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, 42 καὶ ἀνεφώνησεν [u]κραυγῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς [v]ἐμέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν [w]ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.

46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· 49 ὅτι ἐποίησέν μοι [x]μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, 50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς [y]καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. 56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ [z]ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ [aa]ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν [ab]ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι [ac]αὐτό. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης [ad]ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ [ae]γὰρ χεὶρ κυρίου ἦν μετ’ αὐτοῦ.

67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ [af]ἐπροφήτευσεν λέγων· 68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν [ag]ἐν οἴκῳ [ah]Δαυὶδ παιδὸς αὐτοῦ, 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν [ai]ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ, 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν 74 ἀφόβως ἐκ χειρὸς [aj]ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ [ak]πάσαις ταῖς ἡμέραις ἡμῶν. 76 καὶ σὺ [al]δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ [am]ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς [an]ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ([ao]αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·) καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν [ap]ἑαυτοῦ πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ [aq]ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν [ar]ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. [as]καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν· 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· 12 καὶ τοῦτο ὑμῖν [at]τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον [au]καὶ κείμενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς [av]οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· 14 Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις [aw]εὐδοκίας.

15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, [ax]οἱ ποιμένες [ay]ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ [az]ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, 19 ἡ δὲ [ba]Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν [bb]τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.

25 Καὶ ἰδοὺ [bc]ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [bd]ἢ ἂν ἴδῃ τὸν χριστὸν κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς [be]ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

33 καὶ ἦν [bf]ὁ πατὴρ αὐτοῦ καὶ ἡ [bg]μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 35 καὶ σοῦ [bh]δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα [bi]μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα [bj]ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ [bk]ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 [bl]καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ [bm]θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις [bn]λύτρωσιν Ἰερουσαλήμ.

39 Καὶ ὡς ἐτέλεσαν [bo]πάντα τὰ κατὰ τὸν νόμον κυρίου, [bp]ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν [bq]εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο [br]πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό.

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, [bs]ἀναβαινόντων [bt]αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ [bu]ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν [bv]εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν [bw]καὶ τοῖς γνωστοῖς, 45 καὶ μὴ [bx]εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ [by]ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ [bz]εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι [ca]ἐζητοῦμέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα [cb]ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.

52 Καὶ Ἰησοῦς προέκοπτεν [cc]σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος, ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς [cd]πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ [ce]προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς [cf]εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.

Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν [cg]ποιήσωμεν; 11 ἀποκριθεὶς δὲ [ch]ἔλεγεν αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί [ci]ποιήσωμεν; 13 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· [cj]Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν [ck]αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, 16 ἀπεκρίνατο [cl]λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ [cm]διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ [cn]συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19 ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, [co]καὶ κατέκλεισεν τὸν Ἰωάννην [cp]ἐν φυλακῇ.

21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει [cq]ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ [cr]γενέσθαι· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

23 Καὶ αὐτὸς [cs]ἦν Ἰησοῦς [ct]ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν [cu]υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ 24 τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ 25 τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ 26 τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ [cv]Ἰωσὴχ τοῦ Ἰωδὰ 27 τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ 28 τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ 29 τοῦ [cw]Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ 30 τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ 31 τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ 32 τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴλ τοῦ Βόος τοῦ [cx]Σαλὰ τοῦ Ναασσὼν 33 τοῦ [cy]Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φαρὲς τοῦ Ἰούδα 34 τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ 35 τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ 36 τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ 37 τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ 38 τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:5 Ἡρῴδου WH Treg NIV ] + τοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:5 καὶ WH Treg NIV ] + ἡ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:5 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:6 ἐναντίον WH Treg NIV ] ἐνώπιον RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:7 ἦν ἡ Ἐλισάβετ WH Treg NIV ] ἡ Ἐλισάβετ ἦν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:14 γενέσει WH Treg NIV ] γεννήσει RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:15 τοῦ Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:21 ἐν τῷ ναῷ αὐτόν WH NIV ] αὐτόν ἐν τῷ ναῷ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:22 ἐδύνατο WH Treg NIV ] ἠδύνατο RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:25 πεποίηκεν WH Treg NIV ] + ὁ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:25 ἀφελεῖν WH Treg NIV ] + τὸ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:26 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:27 ἐμνηστευμένην WH Treg NIV ] μεμνηστευμένην RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 εἰσελθὼν WH NA ] + ὁ ἄγγελος Treg NIV RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 σοῦ WH NIV ] + εὐλογημένη σὺ ἐν γυναιξίν Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:29 ἐπὶ τῷ λόγῳ διεταράχθη WH Treg NIV ] ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συγγενίς WH NIV ] συγγενής Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συνείληφεν WH Treg NIV ] συνείληφυῖα RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:37 τοῦ θεοῦ WH Treg NIV ] τῷ θεῷ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:41 τὸν … Μαρίας ἡ Ἐλισάβετ WH Treg NIV ] ἡ Ἐλισάβετ τὸν … Μαρίας RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:42 κραυγῇ WH Treg NIV ] φωνῇ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:43 ἐμέ WH NIV ] μέ Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:44 ἐν ἀγαλλιάσει τὸ βρέφος WH Treg NIV ] τὸ βρέφος ἐν ἀγαλλιάσει RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:49 μεγάλα WH Treg NIV ] μεγαλεῖα RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:50 καὶ γενεὰς WH Treg NIV ] γενεῶν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:56 ὡς WH Treg NIV ] ὡσεὶ RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:59 ἡμέρᾳ τῇ ὀγδόῃ WH Treg NIV ] ὀγδόῃ ἡμέρᾳ RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:61 ἐκ τῆς συγγενείας WH Treg NIV ] ἐν τῇ συγγενείᾳ RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:62 αὐτό WH Treg NIV ] αὐτόν RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:63 ἐστὶν WH Treg NIV ] + τὸ RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:66 γὰρ WH Treg NIV ] – RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:67 ἐπροφήτευσεν WH Treg NIV ] προεφήτευσεν RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:69 ἐν WH Treg NIV ] + τῷ RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:69 Δαυὶδ WH Treg NIV ] + τοῦ RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:70 ἁγίων WH Treg NIV ] + τῶν RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:74 ἐχθρῶν WH Treg NIV ] τῶν ἐχθρῶν ἡμῶν RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:75 πάσαις ταῖς ἡμέραις WH Treg NIV ] πάσας τὰς ἡμέρας τὴς ζωῆς RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:76 δέ WH Treg NIV ] – RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:76 ἐνώπιον WH NIV ] πρὸ προσώπου Treg RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:78 ἐπισκέψεται WH NIV ] ἐπεσκέψατο Treg RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:2 αὕτη WH Treg NIV ] + ἡ RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:3 ἑαυτοῦ WH Treg NIV ] ἰδίαν RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:5 ἐμνηστευμένῃ αὐτῷ WH Treg NIV ] μεμνηστευμένῃ αὐτῷ γυναικί RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:7 ἐν WH Treg NIV ] + τῇ RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:9 καὶ WH NIV ] + ἰδού Treg RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:12 τὸ Treg NIV RP ] – WH
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:12 καὶ WH Treg NIV ] – RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:13 οὐρανίου WH NIV RP ] οὐρανοῦ Treg
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:14 εὐδοκίας WH Treg NIV ] εὐδοκία RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:15 οἱ WH NIV ] καὶ οἱ ἄνθρωποι οἱ Treg RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:15 ἐλάλουν WH NIV ] εἶπον Treg RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:17 ἐγνώρισαν WH Treg NIV ] διεγνώρισαν RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:19 Μαρία WH Treg ] Μαριὰμ NIV RP
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:24 τῷ WH Treg NIV ] – RP
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:25 ἄνθρωπος ἦν WH Treg NIV ] ἦν ἄνθρωπος RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:26 ἢ ἂν WH NIV ] ἂν Treg; ἢ RP
  57. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:28 ἀγκάλας WH NIV ] + αὐτοῦ Treg RP
  58. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 ὁ πατὴρ αὐτοῦ WH Treg NIV ] Ἰωσὴφ RP
  59. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:33 μήτηρ WH Treg NIV ] + αὐτοῦ RP
  60. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:35 δὲ Treg NIV RP ] – WH
  61. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:36 μετὰ ἀνδρὸς ἔτη WH Treg NIV ] ἔτη μετὰ ἀνδρὸς RP
  62. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:37 ἕως WH Treg NIV ] ὡς RP
  63. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:37 ἀφίστατο WH Treg NIV ] + ἀπὸ RP
  64. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:38 καὶ WH Treg NIV ] + αὕτη RP
  65. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:38 θεῷ WH Treg NIV ] κυρίῳ RP
  66. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:38 λύτρωσιν WH Treg NIV ] + ἐν RP
  67. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:39 πάντα WH Treg NIV ] ἅπαντα RP
  68. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:39 ἐπέστρεψαν WH Treg NIV ] ὑπέστρεψαν RP
  69. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:39 εἰς WH Treg NIV ] + τὴν RP
  70. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:40 πληρούμενον σοφίᾳ WH Treg NIV ] πνεύματι πληρούμενον σοφίας RP
  71. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 ἀναβαινόντων WH Treg NIV ] ἀναβάντων RP
  72. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 αὐτῶν WH NIV ] + εἰς Ἱεροσόλυμα Treg RP
  73. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:43 ἔγνωσαν οἱ γονεῖς WH Treg NIV ] ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP
  74. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 εἶναι ἐν τῇ συνοδίᾳ WH Treg NIV ] ἐν τῇ συνοδίᾳ εἶναι RP
  75. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 καὶ WH Treg NIV ] + ἐν RP
  76. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 εὑρόντες WH Treg NIV ] + αὐτόν RP
  77. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 ἀναζητοῦντες WH Treg NIV ] ζητοῦντες RP
  78. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 εἶπεν πρὸς … αὐτοῦ WH Treg NIV ] πρὸς … αὐτοῦ εἶπεν RP
  79. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 ἐζητοῦμέν Treg NIV RP ] ζητοῦμέν WH
  80. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:51 ταῦτα Treg RP ] – WH NIV
  81. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:52 σοφίᾳ καὶ ἡλικίᾳ NIV RP ] τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH; ἡλικίᾳ καὶ σοφίᾳ Treg; ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA
  82. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:3 πᾶσαν WH Treg ] + τὴν NIV RP
  83. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:4 προφήτου WH Treg NIV ] + λέγοντος RP
  84. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:5 εὐθείαν NIV RP ] εὐθείας WH Treg
  85. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:10 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP
  86. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:11 ἔλεγεν WH Treg NIV ] λέγει RP
  87. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:12 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP
  88. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:14 Τί ποιήσωμεν καὶ ἡμεῖς WH Treg NIV ] Καὶ ἡμεῖς τί ποιήσομεν RP
  89. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:14 αὐτοῖς WH Treg NIV ] πρὸς αὐτούς RP
  90. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:16 λέγων πᾶσιν ὁ Ἰωάννης WH NIV ] ὁ Ἰωάννης ἅπασιν λέγων Treg RP
  91. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:17 διακαθᾶραι WH NIV ] διακαθαριεῖ Treg; καὶ διακαθαριεῖ RP
  92. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:17 συναγαγεῖν WH NIV ] συναξεῖ Treg RP
  93. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:20 καὶ Treg NIV RP ] – WH
  94. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:20 ἐν WH Treg NIV ] + τῇ RP
  95. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:22 ὡς WH Treg NIV ] ὡσεὶ RP
  96. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:22 γενέσθαι WH Treg NIV ] + λέγουσαν RP
  97. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 ἦν WH Treg NIV ] + ὁ RP
  98. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα WH Treg NIV ] ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος RP
  99. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:23 υἱός ὡς ἐνομίζετο WH Treg NIV ] ὡς ἐνομίζετο υἱός RP
  100. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:26 Ἰωσὴχ WH Treg NIV ] Ἰωσήφ RP
  101. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:29 Ἰησοῦ WH Treg NIV ] Ἰωσή RP
  102. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:32 Σαλὰ WH NA ] Σαλμών Treg NIV RP
  103. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:33 Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ Holmes NA ] Ἀδμὶν τοῦ Ἀρνὶ WH; Ἀμιναδάβ τοῦ Ἀράμ Treg NIV RP

Introduction(A)

Many have undertaken to draw up an account of the things that have been fulfilled[a] among us, just as they were handed down to us by those who from the first(B) were eyewitnesses(C) and servants of the word.(D) With this in mind, since I myself have carefully investigated everything from the beginning, I too decided to write an orderly account(E) for you, most excellent(F) Theophilus,(G) so that you may know the certainty of the things you have been taught.(H)

The Birth of John the Baptist Foretold

In the time of Herod king of Judea(I) there was a priest named Zechariah, who belonged to the priestly division of Abijah;(J) his wife Elizabeth was also a descendant of Aaron. Both of them were righteous in the sight of God, observing all the Lord’s commands and decrees blamelessly.(K) But they were childless because Elizabeth was not able to conceive, and they were both very old.

Once when Zechariah’s division was on duty and he was serving as priest before God,(L) he was chosen by lot,(M) according to the custom of the priesthood, to go into the temple of the Lord and burn incense.(N) 10 And when the time for the burning of incense came, all the assembled worshipers were praying outside.(O)

11 Then an angel(P) of the Lord appeared to him, standing at the right side of the altar of incense.(Q) 12 When Zechariah saw him, he was startled and was gripped with fear.(R) 13 But the angel said to him: “Do not be afraid,(S) Zechariah; your prayer has been heard. Your wife Elizabeth will bear you a son, and you are to call him John.(T) 14 He will be a joy and delight to you, and many will rejoice because of his birth,(U) 15 for he will be great in the sight of the Lord. He is never to take wine or other fermented drink,(V) and he will be filled with the Holy Spirit(W) even before he is born.(X) 16 He will bring back many of the people of Israel to the Lord their God. 17 And he will go on before the Lord,(Y) in the spirit and power of Elijah,(Z) to turn the hearts of the parents to their children(AA) and the disobedient to the wisdom of the righteous—to make ready a people prepared for the Lord.”(AB)

18 Zechariah asked the angel, “How can I be sure of this?(AC) I am an old man and my wife is well along in years.”(AD)

19 The angel said to him, “I am Gabriel.(AE) I stand in the presence of God, and I have been sent to speak to you and to tell you this good news. 20 And now you will be silent and not able to speak(AF) until the day this happens, because you did not believe my words, which will come true at their appointed time.”

21 Meanwhile, the people were waiting for Zechariah and wondering why he stayed so long in the temple. 22 When he came out, he could not speak to them. They realized he had seen a vision in the temple, for he kept making signs(AG) to them but remained unable to speak.

23 When his time of service was completed, he returned home. 24 After this his wife Elizabeth became pregnant and for five months remained in seclusion. 25 “The Lord has done this for me,” she said. “In these days he has shown his favor and taken away my disgrace(AH) among the people.”

The Birth of Jesus Foretold

26 In the sixth month of Elizabeth’s pregnancy, God sent the angel Gabriel(AI) to Nazareth,(AJ) a town in Galilee, 27 to a virgin pledged to be married to a man named Joseph,(AK) a descendant of David. The virgin’s name was Mary. 28 The angel went to her and said, “Greetings, you who are highly favored! The Lord is with you.”

29 Mary was greatly troubled at his words and wondered what kind of greeting this might be. 30 But the angel said to her, “Do not be afraid,(AL) Mary; you have found favor with God.(AM) 31 You will conceive and give birth to a son, and you are to call him Jesus.(AN) 32 He will be great and will be called the Son of the Most High.(AO) The Lord God will give him the throne of his father David,(AP) 33 and he will reign over Jacob’s descendants forever; his kingdom(AQ) will never end.”(AR)

34 “How will this be,” Mary asked the angel, “since I am a virgin?”

35 The angel answered, “The Holy Spirit will come on you,(AS) and the power of the Most High(AT) will overshadow you. So the holy one(AU) to be born will be called[b] the Son of God.(AV) 36 Even Elizabeth your relative is going to have a child(AW) in her old age, and she who was said to be unable to conceive is in her sixth month. 37 For no word from God will ever fail.”(AX)

38 “I am the Lord’s servant,” Mary answered. “May your word to me be fulfilled.” Then the angel left her.

Mary Visits Elizabeth

39 At that time Mary got ready and hurried to a town in the hill country of Judea,(AY) 40 where she entered Zechariah’s home and greeted Elizabeth. 41 When Elizabeth heard Mary’s greeting, the baby leaped in her womb, and Elizabeth was filled with the Holy Spirit.(AZ) 42 In a loud voice she exclaimed: “Blessed are you among women,(BA) and blessed is the child you will bear! 43 But why am I so favored, that the mother of my Lord(BB) should come to me? 44 As soon as the sound of your greeting reached my ears, the baby in my womb leaped for joy. 45 Blessed is she who has believed that the Lord would fulfill his promises to her!”

Mary’s Song(BC)

46 And Mary said:

“My soul glorifies the Lord(BD)
47     and my spirit rejoices in God my Savior,(BE)
48 for he has been mindful
    of the humble state of his servant.(BF)
From now on all generations will call me blessed,(BG)
49     for the Mighty One has done great things(BH) for me—
    holy is his name.(BI)
50 His mercy extends to those who fear him,
    from generation to generation.(BJ)
51 He has performed mighty deeds with his arm;(BK)
    he has scattered those who are proud in their inmost thoughts.(BL)
52 He has brought down rulers from their thrones
    but has lifted up the humble.(BM)
53 He has filled the hungry with good things(BN)
    but has sent the rich away empty.
54 He has helped his servant Israel,
    remembering to be merciful(BO)
55 to Abraham and his descendants(BP) forever,
    just as he promised our ancestors.”

56 Mary stayed with Elizabeth for about three months and then returned home.

The Birth of John the Baptist

57 When it was time for Elizabeth to have her baby, she gave birth to a son. 58 Her neighbors and relatives heard that the Lord had shown her great mercy, and they shared her joy.

59 On the eighth day they came to circumcise(BQ) the child, and they were going to name him after his father Zechariah, 60 but his mother spoke up and said, “No! He is to be called John.”(BR)

61 They said to her, “There is no one among your relatives who has that name.”

62 Then they made signs(BS) to his father, to find out what he would like to name the child. 63 He asked for a writing tablet, and to everyone’s astonishment he wrote, “His name is John.”(BT) 64 Immediately his mouth was opened and his tongue set free, and he began to speak,(BU) praising God. 65 All the neighbors were filled with awe, and throughout the hill country of Judea(BV) people were talking about all these things. 66 Everyone who heard this wondered about it, asking, “What then is this child going to be?” For the Lord’s hand was with him.(BW)

Zechariah’s Song

67 His father Zechariah was filled with the Holy Spirit(BX) and prophesied:(BY)

68 “Praise be to the Lord, the God of Israel,(BZ)
    because he has come to his people and redeemed them.(CA)
69 He has raised up a horn[c](CB) of salvation for us
    in the house of his servant David(CC)
70 (as he said through his holy prophets of long ago),(CD)
71 salvation from our enemies
    and from the hand of all who hate us—
72 to show mercy to our ancestors(CE)
    and to remember his holy covenant,(CF)
73     the oath he swore to our father Abraham:(CG)
74 to rescue us from the hand of our enemies,
    and to enable us to serve him(CH) without fear(CI)
75     in holiness and righteousness(CJ) before him all our days.

76 And you, my child, will be called a prophet(CK) of the Most High;(CL)
    for you will go on before the Lord to prepare the way for him,(CM)
77 to give his people the knowledge of salvation
    through the forgiveness of their sins,(CN)
78 because of the tender mercy of our God,
    by which the rising sun(CO) will come to us from heaven
79 to shine on those living in darkness
    and in the shadow of death,(CP)
to guide our feet into the path of peace.”(CQ)

80 And the child grew and became strong in spirit[d];(CR) and he lived in the wilderness until he appeared publicly to Israel.

The Birth of Jesus

In those days Caesar Augustus(CS) issued a decree that a census should be taken of the entire Roman world.(CT) (This was the first census that took place while[e] Quirinius was governor of Syria.)(CU) And everyone went to their own town to register.

So Joseph also went up from the town of Nazareth in Galilee to Judea, to Bethlehem(CV) the town of David, because he belonged to the house and line of David. He went there to register with Mary, who was pledged to be married to him(CW) and was expecting a child. While they were there, the time came for the baby to be born, and she gave birth to her firstborn, a son. She wrapped him in cloths and placed him in a manger, because there was no guest room available for them.

And there were shepherds living out in the fields nearby, keeping watch over their flocks at night. An angel(CX) of the Lord appeared to them, and the glory of the Lord shone around them, and they were terrified. 10 But the angel said to them, “Do not be afraid.(CY) I bring you good news that will cause great joy for all the people. 11 Today in the town of David a Savior(CZ) has been born to you; he is the Messiah,(DA) the Lord.(DB) 12 This will be a sign(DC) to you: You will find a baby wrapped in cloths and lying in a manger.”

13 Suddenly a great company of the heavenly host appeared with the angel, praising God and saying,

14 “Glory to God in the highest heaven,
    and on earth peace(DD) to those on whom his favor rests.”

15 When the angels had left them and gone into heaven, the shepherds said to one another, “Let’s go to Bethlehem and see this thing that has happened, which the Lord has told us about.”

16 So they hurried off and found Mary and Joseph, and the baby, who was lying in the manger.(DE) 17 When they had seen him, they spread the word concerning what had been told them about this child, 18 and all who heard it were amazed at what the shepherds said to them. 19 But Mary treasured up all these things and pondered them in her heart.(DF) 20 The shepherds returned, glorifying and praising God(DG) for all the things they had heard and seen, which were just as they had been told.

21 On the eighth day, when it was time to circumcise the child,(DH) he was named Jesus, the name the angel had given him before he was conceived.(DI)

Jesus Presented in the Temple

22 When the time came for the purification rites required by the Law of Moses,(DJ) Joseph and Mary took him to Jerusalem to present him to the Lord 23 (as it is written in the Law of the Lord, “Every firstborn male is to be consecrated to the Lord”[f]),(DK) 24 and to offer a sacrifice in keeping with what is said in the Law of the Lord: “a pair of doves or two young pigeons.”[g](DL)

25 Now there was a man in Jerusalem called Simeon, who was righteous and devout.(DM) He was waiting for the consolation of Israel,(DN) and the Holy Spirit was on him. 26 It had been revealed to him by the Holy Spirit that he would not die before he had seen the Lord’s Messiah. 27 Moved by the Spirit, he went into the temple courts. When the parents brought in the child Jesus to do for him what the custom of the Law required,(DO) 28 Simeon took him in his arms and praised God, saying:

29 “Sovereign Lord, as you have promised,(DP)
    you may now dismiss[h] your servant in peace.(DQ)
30 For my eyes have seen your salvation,(DR)
31     which you have prepared in the sight of all nations:
32 a light for revelation to the Gentiles,
    and the glory of your people Israel.”(DS)

33 The child’s father and mother marveled at what was said about him. 34 Then Simeon blessed them and said to Mary, his mother:(DT) “This child is destined to cause the falling(DU) and rising of many in Israel, and to be a sign that will be spoken against, 35 so that the thoughts of many hearts will be revealed. And a sword will pierce your own soul too.”

36 There was also a prophet,(DV) Anna, the daughter of Penuel, of the tribe of Asher. She was very old; she had lived with her husband seven years after her marriage, 37 and then was a widow until she was eighty-four.[i](DW) She never left the temple but worshiped night and day, fasting and praying.(DX) 38 Coming up to them at that very moment, she gave thanks to God and spoke about the child to all who were looking forward to the redemption of Jerusalem.(DY)

39 When Joseph and Mary had done everything required by the Law of the Lord, they returned to Galilee to their own town of Nazareth.(DZ) 40 And the child grew and became strong; he was filled with wisdom, and the grace of God was on him.(EA)

The Boy Jesus at the Temple

41 Every year Jesus’ parents went to Jerusalem for the Festival of the Passover.(EB) 42 When he was twelve years old, they went up to the festival, according to the custom. 43 After the festival was over, while his parents were returning home, the boy Jesus stayed behind in Jerusalem, but they were unaware of it. 44 Thinking he was in their company, they traveled on for a day. Then they began looking for him among their relatives and friends. 45 When they did not find him, they went back to Jerusalem to look for him. 46 After three days they found him in the temple courts, sitting among the teachers, listening to them and asking them questions. 47 Everyone who heard him was amazed(EC) at his understanding and his answers. 48 When his parents saw him, they were astonished. His mother(ED) said to him, “Son, why have you treated us like this? Your father(EE) and I have been anxiously searching for you.”

49 “Why were you searching for me?” he asked. “Didn’t you know I had to be in my Father’s house?”[j](EF) 50 But they did not understand what he was saying to them.(EG)

51 Then he went down to Nazareth with them(EH) and was obedient to them. But his mother treasured all these things in her heart.(EI) 52 And Jesus grew in wisdom and stature, and in favor with God and man.(EJ)

John the Baptist Prepares the Way(EK)(EL)

In the fifteenth year of the reign of Tiberius Caesar—when Pontius Pilate(EM) was governor of Judea, Herod(EN) tetrarch of Galilee, his brother Philip tetrarch of Iturea and Traconitis, and Lysanias tetrarch of Abilene— during the high-priesthood of Annas and Caiaphas,(EO) the word of God came to John(EP) son of Zechariah(EQ) in the wilderness. He went into all the country around the Jordan, preaching a baptism of repentance for the forgiveness of sins.(ER) As it is written in the book of the words of Isaiah the prophet:

“A voice of one calling in the wilderness,
‘Prepare the way for the Lord,
    make straight paths for him.
Every valley shall be filled in,
    every mountain and hill made low.
The crooked roads shall become straight,
    the rough ways smooth.
And all people will see God’s salvation.’”[k](ES)

John said to the crowds coming out to be baptized by him, “You brood of vipers!(ET) Who warned you to flee from the coming wrath?(EU) Produce fruit in keeping with repentance. And do not begin to say to yourselves, ‘We have Abraham as our father.’(EV) For I tell you that out of these stones God can raise up children for Abraham. The ax is already at the root of the trees, and every tree that does not produce good fruit will be cut down and thrown into the fire.”(EW)

10 “What should we do then?”(EX) the crowd asked.

11 John answered, “Anyone who has two shirts should share with the one who has none, and anyone who has food should do the same.”(EY)

12 Even tax collectors came to be baptized.(EZ) “Teacher,” they asked, “what should we do?”

13 “Don’t collect any more than you are required to,”(FA) he told them.

14 Then some soldiers asked him, “And what should we do?”

He replied, “Don’t extort money and don’t accuse people falsely(FB)—be content with your pay.”

15 The people were waiting expectantly and were all wondering in their hearts if John(FC) might possibly be the Messiah.(FD) 16 John answered them all, “I baptize you with[l] water.(FE) But one who is more powerful than I will come, the straps of whose sandals I am not worthy to untie. He will baptize you with[m] the Holy Spirit and fire.(FF) 17 His winnowing fork(FG) is in his hand to clear his threshing floor and to gather the wheat into his barn, but he will burn up the chaff with unquenchable fire.”(FH) 18 And with many other words John exhorted the people and proclaimed the good news to them.

19 But when John rebuked Herod(FI) the tetrarch because of his marriage to Herodias, his brother’s wife, and all the other evil things he had done, 20 Herod added this to them all: He locked John up in prison.(FJ)

The Baptism and Genealogy of Jesus(FK)(FL)

21 When all the people were being baptized, Jesus was baptized too. And as he was praying,(FM) heaven was opened 22 and the Holy Spirit descended on him(FN) in bodily form like a dove. And a voice came from heaven: “You are my Son,(FO) whom I love; with you I am well pleased.”(FP)

23 Now Jesus himself was about thirty years old when he began his ministry.(FQ) He was the son, so it was thought, of Joseph,(FR)

the son of Heli, 24 the son of Matthat,

the son of Levi, the son of Melki,

the son of Jannai, the son of Joseph,

25 the son of Mattathias, the son of Amos,

the son of Nahum, the son of Esli,

the son of Naggai, 26 the son of Maath,

the son of Mattathias, the son of Semein,

the son of Josek, the son of Joda,

27 the son of Joanan, the son of Rhesa,

the son of Zerubbabel,(FS) the son of Shealtiel,

the son of Neri, 28 the son of Melki,

the son of Addi, the son of Cosam,

the son of Elmadam, the son of Er,

29 the son of Joshua, the son of Eliezer,

the son of Jorim, the son of Matthat,

the son of Levi, 30 the son of Simeon,

the son of Judah, the son of Joseph,

the son of Jonam, the son of Eliakim,

31 the son of Melea, the son of Menna,

the son of Mattatha, the son of Nathan,(FT)

the son of David, 32 the son of Jesse,

the son of Obed, the son of Boaz,

the son of Salmon,[n] the son of Nahshon,

33 the son of Amminadab, the son of Ram,[o]

the son of Hezron, the son of Perez,(FU)

the son of Judah, 34 the son of Jacob,

the son of Isaac, the son of Abraham,

the son of Terah, the son of Nahor,(FV)

35 the son of Serug, the son of Reu,

the son of Peleg, the son of Eber,

the son of Shelah, 36 the son of Cainan,

the son of Arphaxad,(FW) the son of Shem,

the son of Noah, the son of Lamech,(FX)

37 the son of Methuselah, the son of Enoch,

the son of Jared, the son of Mahalalel,

the son of Kenan,(FY) 38 the son of Enosh,

the son of Seth, the son of Adam,

the son of God.(FZ)

Footnotes

  1. Luke 1:1 Or been surely believed
  2. Luke 1:35 Or So the child to be born will be called holy,
  3. Luke 1:69 Horn here symbolizes a strong king.
  4. Luke 1:80 Or in the Spirit
  5. Luke 2:2 Or This census took place before
  6. Luke 2:23 Exodus 13:2,12
  7. Luke 2:24 Lev. 12:8
  8. Luke 2:29 Or promised, / now dismiss
  9. Luke 2:37 Or then had been a widow for eighty-four years.
  10. Luke 2:49 Or be about my Father’s business
  11. Luke 3:6 Isaiah 40:3-5
  12. Luke 3:16 Or in
  13. Luke 3:16 Or in
  14. Luke 3:32 Some early manuscripts Sala
  15. Luke 3:33 Some manuscripts Amminadab, the son of Admin, the son of Arni; other manuscripts vary widely.