Add parallel Print Page Options

46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47 ὁ δὲ Ἰησοῦς [a]εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος [b]παιδίον ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς· Ὃς [c]ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς [d]ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός [e]ἐστιν μέγας.

49 Ἀποκριθεὶς [f]δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα [g]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ [h]ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. 50 [i]εἶπεν δὲ πρὸς αὐτὸν [j]ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ’ [k]ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ [l]πρόσωπον [m]ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, [n]ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ [o]μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι [p]αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν [q]αὐτοῖς. 56 [r]καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:47 εἰδὼς WH NIV ] ἰδὼν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:47 παιδίον WH Treg NIV ] παιδίου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 *ἂν WH ] ἐὰν Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 *ἂν WH NIV ] ἐὰν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:48 ἐστιν WH Treg NIV ] ἔσται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 δὲ WH Treg NIV ] + ὁ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐν WH Treg NIV ] ἐπὶ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:49 ἐκωλύομεν WH NIV ] ἐκωλύσαμεν Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:50 ὑμῶν … ὑμῶν WH Treg NIV ] ἡμῶν … ἡμῶν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 πρόσωπον WH NIV ] + αὐτοῦ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:51 ἐστήρισεν WH Treg NIV ] ἐστήριξεν RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:52 ὡς WH NIV ] ὥστε Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:54 αὐτούς WH Treg NIV ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:55 αὐτοῖς WH Treg NIV ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:56 καὶ WH Treg NIV ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP