Añadir traducción en paralelo Imprimir Opciones de la página

27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28 καὶ καταλιπὼν [a]πάντα ἀναστὰς [b]ἠκολούθει αὐτῷ.

29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος [c]πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι. 30 καὶ ἐγόγγυζον οἱ [d]Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 πάντα WH Treg NIV ] ἅπαντα RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 ἠκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29 πολὺς τελωνῶν WH Treg NIV ] τελωνῶν πολὺς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:30 Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NIV ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP