Añadir traducción en paralelo Imprimir Opciones de la página

38 ἦν δὲ καὶ [a]ἐπιγραφὴ ἐπ’ [b]αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων [c]οὗτος.

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν [d]λέγων· [e]Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος [f]ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ [g]ἔλεγεν· Ἰησοῦ, μνήσθητί [h]μου ὅταν ἔλθῃς [i]ἐν τῇ βασιλείᾳ σου.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ἐπιγραφὴ WH NIV ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 αὐτῷ WH Treg NIV ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 οὗτος WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 λέγων Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 Οὐχὶ WH Treg NIV ] Εἰ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:40 ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NIV ] ἐπετίμα αὐτῷ λέγων RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἔλεγεν WH Treg NIV ] + τᾠ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 μου WH Treg NIV ] + κύριε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NIV

38 ην δε και επιγραφη γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις ουτος εστιν ο βασιλευς των ιουδαιων

39 εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων ει συ ει ο χριστος σωσον σεαυτον και ημας

40 αποκριθεις δε ο ετερος επετιμα αυτω λεγων ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει

41 και ημεις μεν δικαιως αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν

42 και ελεγεν τω ιησου μνησθητι μου κυριε οταν ελθης εν τη βασιλεια σου

Read full chapter