Add parallel Print Page Options

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, [a]ἀναβαινόντων [b]αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ [c]ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν [d]εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν [e]καὶ τοῖς γνωστοῖς, 45 καὶ μὴ [f]εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ [g]ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ [h]εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι [i]ἐζητοῦμέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα [j]ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.

52 Καὶ Ἰησοῦς προέκοπτεν [k]σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 ἀναβαινόντων WH Treg NIV ] ἀναβάντων RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:42 αὐτῶν WH NIV ] + εἰς Ἱεροσόλυμα Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:43 ἔγνωσαν οἱ γονεῖς WH Treg NIV ] ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 εἶναι ἐν τῇ συνοδίᾳ WH Treg NIV ] ἐν τῇ συνοδίᾳ εἶναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:44 καὶ WH Treg NIV ] + ἐν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 εὑρόντες WH Treg NIV ] + αὐτόν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:45 ἀναζητοῦντες WH Treg NIV ] ζητοῦντες RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 εἶπεν πρὸς … αὐτοῦ WH Treg NIV ] πρὸς … αὐτοῦ εἶπεν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:48 ἐζητοῦμέν Treg NIV RP ] ζητοῦμέν WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:51 ταῦτα Treg RP ] – WH NIV
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:52 σοφίᾳ καὶ ἡλικίᾳ NIV RP ] τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH; ἡλικίᾳ καὶ σοφίᾳ Treg; ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA

41 και επορευοντο οι γονεις αυτου κατ ετος εις ιερουσαλημ τη εορτη του πασχα

42 και οτε εγενετο ετων δωδεκα αναβαντων αυτων εις ιεροσολυμα κατα το εθος της εορτης

43 και τελειωσαντων τας ημερας εν τω υποστρεφειν αυτους υπεμεινεν ιησους ο παις εν ιερουσαλημ και ουκ εγνω ιωσηφ και η μητηρ αυτου

44 νομισαντες δε αυτον εν τη συνοδια ειναι ηλθον ημερας οδον και ανεζητουν αυτον εν τοις συγγενεσιν και εν τοις γνωστοις

45 και μη ευροντες αυτον υπεστρεψαν εις ιερουσαλημ ζητουντες αυτον

46 και εγενετο μεθ ημερας τρεις ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτους

47 εξισταντο δε παντες οι ακουοντες αυτου επι τη συνεσει και ταις αποκρισεσιν αυτου

48 και ιδοντες αυτον εξεπλαγησαν και προς αυτον η μητηρ αυτου ειπεν τεκνον τι εποιησας ημιν ουτως ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε

49 και ειπεν προς αυτους τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοις του πατρος μου δει ειναι με

50 και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοις

51 και κατεβη μετ αυτων και ηλθεν εις ναζαρετ και ην υποτασσομενος αυτοις και η μητηρ αυτου διετηρει παντα τα ρηματα ταυτα εν τη καρδια αυτης

52 και ιησους προεκοπτεν σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποις

Read full chapter