Add parallel Print Page Options

17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [a]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [b]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [c]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· λυσιτελεῖ αὐτῷ εἰ [d]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [e]τῶν μικρῶν τούτων ἕνα. προσέχετε ἑαυτοῖς. ἐὰν [f]ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας [g]ἁμαρτήσῃ εἰς σὲ καὶ [h]ἑπτάκις ἐπιστρέψῃ [i]πρὸς σὲ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.

Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ [j]αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; μὴ [k]ἔχει χάριν τῷ [l]δούλῳ ὅτι ἐποίησεν τὰ [m]διαταχθέντα; 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, [n]ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ WH Treg NIV ] δὲ ἁμάρτῃ εἰς σὲ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 ἁμαρτήσῃ WH Treg NIV ] ἁμάρτῃ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 ἑπτάκις WH Treg NIV ] + τῆς ἡμέρας RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4 πρὸς σὲ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:7 αὐτῷ WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 ἔχει χάριν WH Treg NIV ] χάριν ἔχει RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 δούλῳ WH Treg NIV ] + ἐκείνῳ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 διαταχθέντα WH Treg NIV ] + οὐ δοκῶ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:10 ὃ ὠφείλομεν WH Treg NIV ] ὅτι ὃ ὀφείλομεν RP

17 ειπεν δε προς τους μαθητας ανενδεκτον εστιν του μη ελθειν τα σκανδαλα ουαι δε δι ου ερχεται

λυσιτελει αυτω ει μυλος ονικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση ενα των μικρων τουτων

προσεχετε εαυτοις εαν δε αμαρτη εις σε ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω

και εαν επτακις της ημερας αμαρτη εις σε και επτακις της ημερας επιστρεψη επι σε λεγων μετανοω αφησεις αυτω

και ειπον οι αποστολοι τω κυριω προσθες ημιν πιστιν

ειπεν δε ο κυριος ει ειχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν

τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει ευθεως παρελθων αναπεσαι

αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ

μη χαριν εχει τω δουλω εκεινω οτι εποιησεν τα διαταχθεντα αυτω ου δοκω

10 ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν οτι ο ωφειλομεν ποιησαι πεποιηκαμεν

Read full chapter