Add parallel Print Page Options

10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 11 καὶ ἰδοὺ [a]γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη [b]δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ [c]ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν [d]αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη [e]δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ [f]ἀπαγαγὼν ποτίζει; 16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11 γυνὴ WH Treg NIV ] + ἦν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11 δεκαοκτώ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:14 ὅτι WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:14 αὐταῖς WH Treg NIV ] ταύταις RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:15 δὲ WH Treg NIV ] οὖν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:15 ἀπαγαγὼν Treg NIV RP ] ἀπάγων WH

10 ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν

11 και ιδου γυνη ην πνευμα εχουσα ασθενειας ετη δεκα και οκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες

12 ιδων δε αυτην ο ιησους προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι της ασθενειας σου

13 και επεθηκεν αυτη τας χειρας και παραχρημα ανωρθωθη και εδοξαζεν τον θεον

14 αποκριθεις δε ο αρχισυναγωγος αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησους ελεγεν τω οχλω εξ ημεραι εισιν εν αις δει εργαζεσθαι εν ταυταις ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου

15 απεκριθη ουν αυτω ο κυριος και ειπεν υποκριτα εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγαγων ποτιζει

16 ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανας ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου

17 και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου

Read full chapter

10 ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν

11 και ιδου γυνη πνευμα εχουσα ασθενειας ετη δεκαοκτω και ην συγκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες

12 ιδων δε αυτην ο ιησους προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι της ασθενειας σου

13 και επεθηκεν αυτη τας χειρας και παραχρημα ανωρθωθη και εδοξαζεν τον θεον

14 αποκριθεις δε ο αρχισυναγωγος αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησους ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αις δει εργαζεσθαι εν αυταις ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου

15 απεκριθη δε αυτω ο κυριος και ειπεν υποκριται εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγων ποτιζει

16 ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανας ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου

17 και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου

Read full chapter