ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35-41
SBL Greek New Testament
35 [a]Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν [b]εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ [c]ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 [d]εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 [e]ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ [f]μετ’ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· [g]ἡ ἁμαρτία ὑμῶν μένει.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 Ἤκουσεν WH NIV ] + ὁ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 ἀνθρώπου WH NIV ] θεοῦ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:37 εἶπεν WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:40 ἤκουσαν WH Treg NIV ] Καὶ ἤκουσαν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:40 μετ᾽ αὐτοῦ ὄντες WH Treg NIV ] ὄντες μετ᾽ αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:41 ἡ WH Treg NIV ] + οὖν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software