Add parallel Print Page Options

13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον [a]ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· [b]Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. [c]ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσιν [d]οὖν τῷ τυφλῷ πάλιν· [e]Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.

18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι [f]ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ [g]τοῦ ἀναβλέψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν [h]βλέπει ἄρτι; 20 ἀπεκρίθησαν [i]οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· [j]αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:14 ἐν ᾗ ἡμέρᾳ WH Treg NIV ] ὅτε RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:16 Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος WH Treg NIV ] Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:16 ἄλλοι Treg RP ] + δὲ WH NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:17 οὖν WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:17 Τί σὺ WH Treg NIV ] Σὺ τί RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:18 ἦν τυφλὸς WH Treg NIV ] τυφλὸς ἦν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:18 τοῦ ἀναβλέψαντος WH Treg RP NA ] – NIV
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:19 βλέπει ἄρτι WH Treg NIV ] ἄρτι βλέπει RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:20 οὖν WH Treg NIV ] δὲ αὐτοῖς RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:21 αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει WH Treg NIV ] αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε RP

The Pharisees Investigate the Healing

13 They brought to the Pharisees the man who had been blind. 14 Now the day on which Jesus had made the mud and opened the man’s eyes was a Sabbath.(A) 15 Therefore the Pharisees also asked him how he had received his sight.(B) “He put mud on my eyes,” the man replied, “and I washed, and now I see.”

16 Some of the Pharisees said, “This man is not from God, for he does not keep the Sabbath.”(C)

But others asked, “How can a sinner perform such signs?”(D) So they were divided.(E)

17 Then they turned again to the blind man, “What have you to say about him? It was your eyes he opened.”

The man replied, “He is a prophet.”(F)

18 They(G) still did not believe that he had been blind and had received his sight until they sent for the man’s parents. 19 “Is this your son?” they asked. “Is this the one you say was born blind? How is it that now he can see?”

20 “We know he is our son,” the parents answered, “and we know he was born blind. 21 But how he can see now, or who opened his eyes, we don’t know. Ask him. He is of age; he will speak for himself.” 22 His parents said this because they were afraid of the Jewish leaders,(H) who already had decided that anyone who acknowledged that Jesus was the Messiah would be put out(I) of the synagogue.(J)

Read full chapter