Font Size
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:16-21
SBL Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:16-21
SBL Greek New Testament
16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες [a]εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ [b]οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος [c]διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως [d]ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:17 εἰς WH Treg NIV ] + τὸ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:17 οὔπω WH Treg NIV ] οὐκ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:18 διεγείρετο WH Treg NIV ] διηγείρετο RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:21 ἐγένετο τὸ πλοῖον WH Treg NIV ] τὸ πλοῖον ἐγένετο RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software