ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1-8
SBL Greek New Testament
17 Ταῦτα [a]ἐλάλησεν Ἰησοῦς, καὶ [b]ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, [c]ἵνα ὁ [d]υἱὸς δοξάσῃ σέ, 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ [e]δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον [f]τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς [g]ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς [h]ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα [i]δέδωκάς μοι παρὰ σοῦ [j]εἰσιν· 8 ὅτι τὰ ῥήματα ἃ [k]ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NIV ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἵνα WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 υἱὸς WH Treg NIV ] + σου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:2 δώσῃ Treg NIV ] δώσει WH RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:4 τελειώσας WH Treg NIV ] ἐτελείωσα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκας WH Treg NIV ] δέδωκας RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 δέδωκάς Treg NIV RP ] ἔδωκάς WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 εἰσιν WH Treg NIV ] ἐστιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:8 ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software