Add parallel Print Page Options

ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε [a]αἰτήσασθε καὶ γενήσεται ὑμῖν· ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ [b]γένησθε ἐμοὶ μαθηταί. καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ [c]ὑμᾶς ἠγάπησα, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ [d]τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11 ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν [e]ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.

12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7 αἰτήσασθε WH Treg NIV ] αἰτήσεσθε RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8 γένησθε WH Treg NIV ] γενήσεσθε RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:9 ὑμᾶς ἠγάπησα WH Treg NIV ] ἠγάπησα ὑμᾶς RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10 τὰς ἐντολὰς τοῦ πατρός μου Treg NIV RP ] τοῦ πατρὸς τὰς ἐντολὰς WH
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11 WH Treg NIV ] μείνῃ RP