ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:27-43
SBL Greek New Testament
27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη [a]Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ [b]ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ [c]ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34 ἀπεκρίθη [d]οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς [e]λέγεις σὺ [f]ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς [g]ἐν ὑμῖν ἐστιν. περιπατεῖτε [h]ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 [i]ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Ταῦτα [j]ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. 37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ [k]ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ [l]στραφῶσιν, καὶ [m]ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἠσαΐας [n]ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 Ἰησοῦς καὶ εἶπεν Treg NIV RP ] καὶ εἶπεν Ἰησοῦς WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 ἡ φωνὴ αὕτη WH Treg NIV ] αὕτη ἡ φωνὴ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:32 ἐὰν Treg NIV RP ] ἂν WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 οὖν WH NIV ] – Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 λέγεις σὺ WH Treg NIV] σὺ λέγεις RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:35 ἐν ὑμῖν WH Treg NIV ] μεθ᾽ ὑμῶν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:35 ὡς WH Treg NIV ] ἕως RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:36 ὡς WH Treg NIV ] Ἕως RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:36 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἐπώρωσεν WH Treg NIV ] πεπώρωκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 στραφῶσιν WH Treg NIV ] ἐπιστραφῶσιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἰάσομαι WH Treg NIV ] ἰάσωμαι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:41 ὅτι WH Treg NIV ] ὅτε RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software