ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12-19
SBL Greek New Testament
12 Τῇ ἐπαύριον [a]ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται [b]ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ [c]ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, [d]καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον· 15 Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16 [e]ταῦτα οὐκ ἔγνωσαν [f]αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο [g]καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι [h]ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ [i]κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12 *ὁ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12 *ὁ NIV ] – WH Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13 ἐκραύγαζον WH Treg NIV ] ἔκραζον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13 καὶ ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:16 ταῦτα WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:16 αὐτοῦ οἱ μαθηταὶ WH NIV ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:18 καὶ WH RP NA ] – Treg NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:18 ἤκουσαν WH Treg NIV ] ἤκουσεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:19 κόσμος WH Treg RP NA ] + ὅλος NIV
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software