Add parallel Print Page Options

38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ [a]τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς [b]ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; 41 ἦραν οὖν τὸν [c]λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44 [d]ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει [e]αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε [f]αὐτὸν ὑπάγειν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:39 τετελευτηκότος WH NIV ] τελευτηκότος Treg; τεθνηκότος RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:40 ὄψῃ WH Treg NIV ] ὄψει RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:41 λίθον WH Treg NIV ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 ἐξῆλθεν WH Treg NIV ] Καὶ ἐξῆλθεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 αὐτοῖς ὁ Ἰησοῦς Treg NIV RP ] ὁ Ἰησοῦς αὐτοῖς WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 αὐτὸν WH Treg NIV ] – RP

Jesus Raises Lazarus From the Dead

38 Jesus, once more deeply moved,(A) came to the tomb. It was a cave with a stone laid across the entrance.(B) 39 “Take away the stone,” he said.

“But, Lord,” said Martha, the sister of the dead man, “by this time there is a bad odor, for he has been there four days.”(C)

40 Then Jesus said, “Did I not tell you that if you believe,(D) you will see the glory of God?”(E)

41 So they took away the stone. Then Jesus looked up(F) and said, “Father,(G) I thank you that you have heard me. 42 I knew that you always hear me, but I said this for the benefit of the people standing here,(H) that they may believe that you sent me.”(I)

43 When he had said this, Jesus called in a loud voice, “Lazarus, come out!”(J) 44 The dead man came out, his hands and feet wrapped with strips of linen,(K) and a cloth around his face.(L)

Jesus said to them, “Take off the grave clothes and let him go.”

Read full chapter