Add parallel Print Page Options

54 [a]Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ [b]ἔμεινεν μετὰ τῶν [c]μαθητῶν.

55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν [d]δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι [e]ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 Ὁ οὖν Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς οὖν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 ἔμεινεν WH Treg NIV ] διέτριβεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 μαθητῶν WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 δὲ WH Treg NIV ] + καὶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 ἐντολὰς WH Treg NIV ] ἐντολήν RP