ΙΑΚΩΒΟΥ 4:13-5:6
SBL Greek New Testament
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [a]ἢ αὔριον [b]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [c]ποιήσομεν ἐκεῖ [d]ἐνιαυτὸν καὶ [e]ἐμπορευσόμεθα καὶ [f]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [g]τὸ τῆς αὔριον [h]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [i]ἐστε [j]ἡ πρὸς ὀλίγον φαινομένη, [k]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [l]θελήσῃ, καὶ [m]ζήσομεν καὶ [n]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
5 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. 2 ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, 3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. 4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ [o]ἀφυστερημένος ἀφ’ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ [p]εἰσεληλύθασιν· 5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας [q]ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς. 6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;
Footnotes
- ΙΑΚΩΒΟΥ 4:13 ἢ WH Treg NIV ] καὶ RP
- ΙΑΚΩΒΟΥ 4:13 πορευσόμεθα WH Treg NIV ] πορευσώμεθα RP
- ΙΑΚΩΒΟΥ 4:13 ποιήσομεν WH NIV ] ποιήσωμεν Treg RP
- ΙΑΚΩΒΟΥ 4:13 ἐνιαυτὸν WH Treg NIV ] + ἕνα RP
- ΙΑΚΩΒΟΥ 4:13 ἐμπορευσόμεθα WH Treg NIV ] ἐμπορευσώμεθα RP
- ΙΑΚΩΒΟΥ 4:13 κερδήσομεν WH Treg NIV ] κερδήσωμεν RP
- ΙΑΚΩΒΟΥ 4:14 τὸ Treg NIV RP ] – WH
- ΙΑΚΩΒΟΥ 4:14 ποία WH NIV ] + γὰρ Treg RP
- ΙΑΚΩΒΟΥ 4:14 ἐστε WH Treg NIV ] ἔσται RP
- ΙΑΚΩΒΟΥ 4:14 ἡ Treg NIV RP ] – WH
- ΙΑΚΩΒΟΥ 4:14 ἔπειτα WH Treg NIV ] + δὲ RP
- ΙΑΚΩΒΟΥ 4:15 θελήσῃ Treg NIV RP ] θέλῃ WH
- ΙΑΚΩΒΟΥ 4:15 ζήσομεν WH Treg NIV ] ζήσωμεν RP
- ΙΑΚΩΒΟΥ 4:15 ποιήσομεν WH Treg NIV ] ποιήσωμεν RP
- ΙΑΚΩΒΟΥ 5:4 ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NIV RP
- ΙΑΚΩΒΟΥ 5:4 εἰσεληλύθασιν NIV RP ] εἰσελήλυθαν WH Treg
- ΙΑΚΩΒΟΥ 5:5 ὑμῶν WH Treg NIV ] + ὡς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software