Add parallel Print Page Options

13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [a]ἢ αὔριον [b]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [c]ποιήσομεν ἐκεῖ [d]ἐνιαυτὸν καὶ [e]ἐμπορευσόμεθα καὶ [f]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [g]τὸ τῆς αὔριον [h]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [i]ἐστε [j]ἡ πρὸς ὀλίγον φαινομένη, [k]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [l]θελήσῃ, καὶ [m]ζήσομεν καὶ [n]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 4:13 WH Treg NIV ] καὶ RP
  2. ΙΑΚΩΒΟΥ 4:13 πορευσόμεθα WH Treg NIV ] πορευσώμεθα RP
  3. ΙΑΚΩΒΟΥ 4:13 ποιήσομεν WH NIV ] ποιήσωμεν Treg RP
  4. ΙΑΚΩΒΟΥ 4:13 ἐνιαυτὸν WH Treg NIV ] + ἕνα RP
  5. ΙΑΚΩΒΟΥ 4:13 ἐμπορευσόμεθα WH Treg NIV ] ἐμπορευσώμεθα RP
  6. ΙΑΚΩΒΟΥ 4:13 κερδήσομεν WH Treg NIV ] κερδήσωμεν RP
  7. ΙΑΚΩΒΟΥ 4:14 τὸ Treg NIV RP ] – WH
  8. ΙΑΚΩΒΟΥ 4:14 ποία WH NIV ] + γὰρ Treg RP
  9. ΙΑΚΩΒΟΥ 4:14 ἐστε WH Treg NIV ] ἔσται RP
  10. ΙΑΚΩΒΟΥ 4:14 Treg NIV RP ] – WH
  11. ΙΑΚΩΒΟΥ 4:14 ἔπειτα WH Treg NIV ] + δὲ RP
  12. ΙΑΚΩΒΟΥ 4:15 θελήσῃ Treg NIV RP ] θέλῃ WH
  13. ΙΑΚΩΒΟΥ 4:15 ζήσομεν WH Treg NIV ] ζήσωμεν RP
  14. ΙΑΚΩΒΟΥ 4:15 ποιήσομεν WH Treg NIV ] ποιήσωμεν RP

13 αγε νυν οι λεγοντες σημερον και αυριον πορευσωμεθα εις τηνδε την πολιν και ποιησωμεν εκει ενιαυτον ενα και εμπορευσωμεθα και κερδησωμεν

14 οιτινες ουκ επιστασθε το της αυριον ποια γαρ η ζωη υμων ατμις γαρ εστιν η προς ολιγον φαινομενη επειτα δε αφανιζομενη

15 αντι του λεγειν υμας εαν ο κυριος θεληση και ζησωμεν και ποιησωμεν τουτο η εκεινο

16 νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν

17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

Read full chapter