Añadir traducción en paralelo Imprimir Opciones de la página

19 [a]Ἴστε, ἀδελφοί μου ἀγαπητοί. ἔστω [b]δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν, 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ [c]οὐκ ἐργάζεται. 21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.

22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ [d]ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς. 23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ, 24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, [e]οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.

26 Εἴ τις δοκεῖ θρησκὸς [f]εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν [g]αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν [h]αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ [i]τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ [j]εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, [k]ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ [l]εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι [m]ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, [n]οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς [o]τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς;

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον [p]τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπών Μὴ [q]μοιχεύσῃς εἶπεν καί Μὴ [r]φονεύσῃς· εἰ δὲ οὐ [s]μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται [t]ἔλεος κρίσεως.

Notas al pie

  1. ΙΑΚΩΒΟΥ 1:19 Ἴστε WH Treg NIV ] Ὥστε RP
  2. ΙΑΚΩΒΟΥ 1:19 δὲ WH Treg NIV ] – RP
  3. ΙΑΚΩΒΟΥ 1:20 οὐκ ἐργάζεται WH Treg NIV ] οὐ κατεργάζεται RP
  4. ΙΑΚΩΒΟΥ 1:22 ἀκροαταὶ μόνον WH Treg ] μόνον ἀκροαταὶ NIV RP
  5. ΙΑΚΩΒΟΥ 1:25 οὐκ WH Treg NIV] οὗτος οὐκ RP
  6. ΙΑΚΩΒΟΥ 1:26 εἶναι WH Treg NIV ] + ἐν ὑμῖν RP
  7. ΙΑΚΩΒΟΥ 1:26 αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ WH
  8. ΙΑΚΩΒΟΥ 1:26 αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ WH
  9. ΙΑΚΩΒΟΥ 1:27 τῷ WH Treg NIV ] – RP
  10. ΙΑΚΩΒΟΥ 2:2 εἰς WH Treg NIV ] + τὴν RP
  11. ΙΑΚΩΒΟΥ 2:3 ἐπιβλέψητε δὲ WH NIV ] καὶ ἐπιβλέψητε Treg RP
  12. ΙΑΚΩΒΟΥ 2:3 εἴπητε WH Treg NIV ] + αὐτῷ RP
  13. ΙΑΚΩΒΟΥ 2:3 ἢ κάθου ἐκεῖ WH ] ἐκεῖ ἢ κάθου Treg NIV; ἐκεῖ ἢ κάθου ὧδε RP
  14. ΙΑΚΩΒΟΥ 2:4 οὐ WH Treg NIV] καὶ οὐ RP
  15. ΙΑΚΩΒΟΥ 2:5 τῷ κόσμῳ WH Treg NIV ] τοῦ κόσμου RP
  16. ΙΑΚΩΒΟΥ 2:10 τηρήσῃ πταίσῃ WH Treg NIV ] τηρήσει πταίσει RP
  17. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύσῃς WH Treg NIV ] μοιχεύσεις RP
  18. ΙΑΚΩΒΟΥ 2:11 φονεύσῃς WH Treg NIV ] φονεύσεις RP
  19. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύεις φονεύεις WH Treg NIV ] μοιχεύσεις φονεύσεις RP
  20. ΙΑΚΩΒΟΥ 2:13 ἔλεος WH Treg NIV ] ἔλεον RP

19 ωστε αδελφοι μου αγαπητοι εστω πας ανθρωπος ταχυς εις το ακουσαι βραδυς εις το λαλησαι βραδυς εις οργην

20 οργη γαρ ανδρος δικαιοσυνην θεου ου κατεργαζεται

21 διο αποθεμενοι πασαν ρυπαριαν και περισσειαν κακιας εν πραυτητι δεξασθε τον εμφυτον λογον τον δυναμενον σωσαι τας ψυχας υμων

22 γινεσθε δε ποιηται λογου και μη μονον ακροαται παραλογιζομενοι εαυτους

23 οτι ει τις ακροατης λογου εστιν και ου ποιητης ουτος εοικεν ανδρι κατανοουντι το προσωπον της γενεσεως αυτου εν εσοπτρω

24 κατενοησεν γαρ εαυτον και απεληλυθεν και ευθεως επελαθετο οποιος ην

25 ο δε παρακυψας εις νομον τελειον τον της ελευθεριας και παραμεινας ουτος ουκ ακροατης επιλησμονης γενομενος αλλα ποιητης εργου ουτος μακαριος εν τη ποιησει αυτου εσται

26 ει τις δοκει θρησκος ειναι εν υμιν μη χαλιναγωγων γλωσσαν αυτου αλλ απατων καρδιαν αυτου τουτου ματαιος η θρησκεια

27 θρησκεια καθαρα και αμιαντος παρα τω θεω και πατρι αυτη εστιν επισκεπτεσθαι ορφανους και χηρας εν τη θλιψει αυτων ασπιλον εαυτον τηρειν απο του κοσμου

αδελφοι μου μη εν προσωποληψιαις εχετε την πιστιν του κυριου ημων ιησου χριστου της δοξης

εαν γαρ εισελθη εις την συναγωγην υμων ανηρ χρυσοδακτυλιος εν εσθητι λαμπρα εισελθη δε και πτωχος εν ρυπαρα εσθητι

και επιβλεψητε επι τον φορουντα την εσθητα την λαμπραν και ειπητε αυτω συ καθου ωδε καλως και τω πτωχω ειπητε συ στηθι εκει η καθου ωδε υπο το υποποδιον μου

και ου διεκριθητε εν εαυτοις και εγενεσθε κριται διαλογισμων πονηρων

ακουσατε αδελφοι μου αγαπητοι ουχ ο θεος εξελεξατο τους πτωχους του κοσμου τουτου πλουσιους εν πιστει και κληρονομους της βασιλειας ης επηγγειλατο τοις αγαπωσιν αυτον

υμεις δε ητιμασατε τον πτωχον ουχ οι πλουσιοι καταδυναστευουσιν υμων και αυτοι ελκουσιν υμας εις κριτηρια

ουκ αυτοι βλασφημουσιν το καλον ονομα το επικληθεν εφ υμας

ει μεντοι νομον τελειτε βασιλικον κατα την γραφην αγαπησεις τον πλησιον σου ως σεαυτον καλως ποιειτε

ει δε προσωποληπτειτε αμαρτιαν εργαζεσθε ελεγχομενοι υπο του νομου ως παραβαται

10 οστις γαρ ολον τον νομον τηρησει πταισει δε εν ενι γεγονεν παντων ενοχος

11 ο γαρ ειπων μη μοιχευσης ειπεν και μη φονευσης ει δε ου μοιχευσεις φονευσεις δε γεγονας παραβατης νομου

12 ουτως λαλειτε και ουτως ποιειτε ως δια νομου ελευθεριας μελλοντες κρινεσθαι

13 η γαρ κρισις ανιλεως τω μη ποιησαντι ελεος και κατακαυχαται ελεος κρισεως