ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:20-25
SBL Greek New Testament
20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, 21 καταρτίσαι ὑμᾶς ἐν [a]παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν [b]ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς [c]αἰῶνας· ἀμήν.
22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. 23 γινώσκετε τὸν ἀδελφὸν [d]ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς. 24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. 25 ἡ χάρις μετὰ πάντων [e]ὑμῶν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:21 παντὶ WH NIV ] + ἔργῳ Treg RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:21 ἡμῖν WH NIV ] ὑμῖν Treg RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:21 αἰῶνας Holmes ] + τῶν αἰώνων WH Treg NIV RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:23 ἡμῶν WH Treg NIV ] – RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:25 ὑμῶν WH NIV ] + ἀμήν Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software