ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:32-11:7
SBL Greek New Testament
32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, 33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· 34 καὶ γὰρ τοῖς [a]δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν [b]ἑαυτοὺς κρείττονα [c]ὕπαρξιν καὶ μένουσαν. 35 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει [d]μεγάλην μισθαποδοσίαν, 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει· 38 ὁ δὲ δίκαιός [e]μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
11 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. 3 πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων [f]τὸ βλεπόμενον γεγονέναι.
4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ [g]τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι [h]λαλεῖ. 5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς [i]μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ, 6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. 7 πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Footnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:34 δεσμίοις WH Treg NIV ] δεσμοῖς μου RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:34 ἑαυτοὺς WH Treg NIV ] ἑαυτοῖς RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:34 ὕπαρξιν WH Treg NIV ] + ἐν οὐρανοῖς RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:35 μεγάλην μισθαποδοσίαν WH Treg NIV ] μισθαποδοσίαν μεγάλην RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:38 μου WH Treg NIV ] – RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 τοῦ θεοῦ WH NIV RP ] τῷ θεῷ Treg
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 λαλεῖ WH Treg NIV ] λαλεῖται RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:5 μεταθέσεως WH Treg NIV ] + αὐτοῦ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software