Add parallel Print Page Options

Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς [a]ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς [b]προεγράφη ἐσταυρωμένος; τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι [c]υἱοί εἰσιν Ἀβραάμ. προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.

10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ [d]ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ [e]ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. 11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’· Ὁ ποιήσας [f]αὐτὰ ζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, [g]ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν [h]Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:1 ἐβάσκανεν WH Treg NIV] + τῇ ἀληθείᾳ μὴ πείθεσθαι RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:1 προεγράφη WH Treg NIV] + ἐν ὑμῖν RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:7 υἱοί εἰσιν WH Treg NIV] εἰσιν υἱοὶ RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:10 ὅτι WH Treg NIV] – RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:10 ἐμμένει WH Treg NIV] + ἐν RP
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:12 αὐτὰ WH Treg NIV] + ἄνθρωπος RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:13 ὅτι γέγραπται WH Treg NIV] γέγραπται γάρ RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 3:14 Χριστῷ Ἰησοῦ NIV RP] Ἰησοῦ Χριστῷ WH Treg

ω ανοητοι γαλαται τις υμας εβασκανεν τη αληθεια μη πειθεσθαι οις κατ οφθαλμους ιησους χριστος προεγραφη εν υμιν εσταυρωμενος

τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως

ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε

τοσαυτα επαθετε εικη ειγε και εικη

ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν εξ εργων νομου η εξ ακοης πιστεως

καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην

γινωσκετε αρα οτι οι εκ πιστεως ουτοι εισιν υιοι αβρααμ

προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη

ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ

10 οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ επικαταρατος πας ος ουκ εμμενει εν πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα

11 οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω δηλον οτι ο δικαιος εκ πιστεως ζησεται

12 ο δε νομος ουκ εστιν εκ πιστεως αλλ ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις

13 χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα γεγραπται γαρ επικαταρατος πας ο κρεμαμενος επι ξυλου

14 ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως

Read full chapter