ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:1-5
SBL Greek New Testament
1 Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [a]καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 4 τοῦ δόντος ἑαυτὸν [b]ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ [c]αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, 5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Read full chapterNotas al pie
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:3 καὶ κυρίου ἡμῶν Treg RP] ἡμῶν καὶ κυρίου WH NIV
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:4 ὑπὲρ WH NIV] περὶ Treg RP
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:4 αἰῶνος τοῦ ἐνεστῶτος WH Treg NIV] ἐνεστῶτος αἰῶνος RP
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:1-5
1550 Stephanus New Testament
1 παυλος αποστολος ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατρος του εγειραντος αυτον εκ νεκρων
2 και οι συν εμοι παντες αδελφοι ταις εκκλησιαις της γαλατιας
3 χαρις υμιν και ειρηνη απο θεου πατρος και κυριου ημων ιησου χριστου
4 του δοντος εαυτον υπερ των αμαρτιων ημων οπως εξεληται ημας εκ του ενεστωτος αιωνος πονηρου κατα το θελημα του θεου και πατρος ημων
5 ω η δοξα εις τους αιωνας των αιωνων αμην
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software