Add parallel Print Page Options

Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς [a]φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν [b]δουλεύειν θέλετε; 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμὸν [c]ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 [d]ποῦ [e]οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν [f]ἐξορύξαντες ἐδώκατέ μοι. 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν [g]δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, 19 [h]τέκνα μου, οὓς πάλιν ὠδίνω [i]μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:8 φύσει μὴ WH Treg NIV] μὴ φύσει RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:9 δουλεύειν NIV RP] δουλεῦσαι WH Treg
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:14 ὑμῶν WH Treg NIV] μου τὸν RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 ποῦ WH Treg NIV] Τίς RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 οὖν WH Treg NIV] + ἦν RP
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 ἐξορύξαντες WH Treg NIV] + ἂν RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:18 δὲ WH Treg NIV] + τὸ RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:19 τέκνα Treg NIV] τεκνία WH RP
  9. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:19 μέχρις WH Treg NIV] ἄχρι RP