Add parallel Print Page Options

21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας [a]δι’ ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, 25 τὸ [b]δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει [c]γὰρ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν [d]μήτηρ ἡμῶν· 27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 28 [e]ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ· 29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ [f]κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 [g]διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας. τῇ ἐλευθερίᾳ [h]ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:23 δι᾽ WH Treg NIV] διὰ τῆς RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:25 δὲ WH NIV] γὰρ RP Treg
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:25 γὰρ WH Treg NIV] δὲ RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:26 μήτηρ WH Treg NIV] + πάντων RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:28 ὑμεῖς δέ … τέκνα ἐστέ Treg NIV] ἡμεῖς δὲ … τέκνα ἐσμέν WH RP
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:30 κληρονομήσει WH Treg NIV] κληρονομήσῃ RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:31 διό WH Treg NIV] Ἄρα RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:1 ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν WH Treg NIV] οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε RP