Add parallel Print Page Options

ὁ γὰρ καρπὸς τοῦ [a]φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

15 Βλέπετε οὖν [b]ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ [c]συνίετε τί τὸ θέλημα τοῦ κυρίου· 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19 λαλοῦντες [d]ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ [e]ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:9 φωτὸς WH Treg NIV ] πνεύματος RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:17 συνίετε WH Treg NIV ] συνιέντες RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:19 ἑαυτοῖς WH Treg RP ] + ἐν NIV
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:19 ψάλλοντες WH NIV ] + ἐν Treg RP