ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:15-18
SBL Greek New Testament
15 τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν [a]αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ [b]εἰρήνην τοῖς ἐγγύς· 18 ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:15 αὑτῷ WH ] αὐτῷ Treg NA; ἑαυτῷ NIV RP
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:17 εἰρήνην WH Treg NIV ] – RP
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:15-18
1550 Stephanus New Testament
15 την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταργησας ινα τους δυο κτιση εν εαυτω εις ενα καινον ανθρωπον ποιων ειρηνην
16 και αποκαταλλαξη τους αμφοτερους εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινας την εχθραν εν αυτω
17 και ελθων ευηγγελισατο ειρηνην υμιν τοις μακραν και τοις εγγυς
18 οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προς τον πατερα
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software