Add parallel Print Page Options

15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ [a]πάντα ἐν τοῖς οὐρανοῖς [b]καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς [c]ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [d][δι’ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ [e]ἐν τοῖς οὐρανοῖς·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 πάντα WH Treg NIV ] + τὰ RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 καὶ WH NIV ] + τὰ Treg RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:18 ἐστιν Treg NIV RP ] + ἡ WH
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 δι’ αὐτοῦ WH RP NA ] – Treg NIV
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 ἐν WH Treg NIV ] ἐπὶ RP